αὖτις ἐς ἤπειρον, καὶ δὴ φάμεν αὐτόθʼ ὀλέσθαι.εἰ δὲ φθεγξαμένου τευ ἢ αὐδήσαντος ἄκουσε,σύν κεν ἄραξʼ ἡμέων κεφαλὰς καὶ νήια δοῦραμαρμάρῳ ὀκριόεντι βαλών· τόσσον γὰρ ἵησιν.ὣς φάσαν, ἀλλʼ οὐ πεῖθον ἐμὸν μεγαλήτορα θυμόν,ἀλλά μιν ἄψορρον προσέφην κεκοτηότι θυμῷ·Κύκλωψ, αἴ κέν τίς σε καταθνητῶν ἀνθρώπωνὀφθαλμοῦ εἴρηται ἀεικελίην ἀλαωτύν,φάσθαι Ὀδυσσῆα πτολιπόρθιον ἐξαλαῶσαι,υἱὸν Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκίʼ ἔχοντα.ὣς ἐφάμην, ὁ δέ μʼ οἰμώξας ἠμείβετο μύθῳ·ὢ πόποι, ἦ μάλα δή με παλαίφατα θέσφαθʼ ἱκάνει.ἔσκε τις ἐνθάδε μάντις ἀνὴρ ἠύς τε μέγας τε,Τήλεμος Εὐρυμίδης, ὃς μαντοσύνῃ ἐκέκαστοκαὶ μαντευόμενος κατεγήρα Κυκλώπεσσιν·ὅς μοι ἔφη τάδε πάντα τελευτήσεσθαι ὀπίσσω,χειρῶν ἐξ Ὀδυσῆος ἁμαρτήσεσθαι ὀπωπῆς.ἀλλʼ αἰεί τινα φῶτα μέγαν καὶ καλὸν ἐδέγμην