χλωρὸν ἐλαΐνεον· τὸ μὲν ἔκταμεν, ὄφρα φοροίηαὐανθέν. τὸ μὲν ἄμμες ἐίσκομεν εἰσορόωντεςὅσσον θʼ ἱστὸν νηὸς ἐεικοσόροιο μελαίνης,φορτίδος εὐρείης, ἥ τʼ ἐκπεράᾳ μέγα λαῖτμα·τόσσον ἔην μῆκος, τόσσον πάχος εἰσοράασθαι.τοῦ μὲν ὅσον τʼ ὄργυιαν ἐγὼν ἀπέκοψα παραστὰςκαὶ παρέθηχʼ ἑτάροισιν, ἀποξῦναι δʼ ἐκέλευσα·οἱ δʼ ὁμαλὸν ποίησαν· ἐγὼ δʼ ἐθόωσα παραστὰςἄκρον, ἄφαρ δὲ λαβὼν ἐπυράκτεον ἐν πυρὶ κηλέῳ.καὶ τὸ μὲν εὖ κατέθηκα κατακρύψας ὑπὸ κόπρῳ,ἥ ῥα κατὰ σπείους κέχυτο μεγάλʼ ἤλιθα πολλή·αὐτὰρ τοὺς ἄλλους κλήρῳ πεπαλάσθαι ἄνωγον,ὅς τις τολμήσειεν ἐμοὶ σὺν μοχλὸν ἀείραςτρῖψαι ἐν ὀφθαλμῷ, ὅτε τὸν γλυκὺς ὕπνος ἱκάνοι.οἱ δʼ ἔλαχον τοὺς ἄν κε καὶ ἤθελον αὐτὸς ἑλέσθαι,