χερσὶν ἀπώσασθαι λίθον ὄβριμον, ὃν προσέθηκεν.ὣς τότε μὲν στενάχοντες ἐμείναμεν Ἠῶ δῖαν.ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,καὶ τότε πῦρ ἀνέκαιε καὶ ἤμελγε κλυτὰ μῆλα,πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ.αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,σὺν δʼ ὅ γε δὴ αὖτε δύω μάρψας ὡπλίσσατο δεῖπνον.δειπνήσας δʼ ἄντρου ἐξήλασε πίονα μῆλα,ῥηιδίως ἀφελὼν θυρεὸν μέγαν· αὐτὰρ ἔπειταἂψ ἐπέθηχʼ, ὡς εἴ τε φαρέτρῃ πῶμʼ ἐπιθείη.πολλῇ δὲ ῥοίζῳ πρὸς ὄρος τρέπε πίονα μῆλαΚύκλωψ· αὐτὰρ ἐγὼ λιπόμην κακὰ βυσσοδομεύων,εἴ πως τισαίμην, δοίη δέ μοι εὖχος Ἀθήνη.ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή.Κύκλωπος γὰρ ἔκειτο μέγα ῥόπαλον παρὰ σηκῷ,