αὐτὰρ ἐγὼ σὺν τοῖσδε ὑπέκφυγον αἰπὺν ὄλεθρον.ὣς ἐφάμην, ὁ δέ μʼ οὐδὲν ἀμείβετο νηλέι θυμῷ,ἀλλʼ ὅ γʼ ἀναΐξας ἑτάροις ἐπὶ χεῖρας ἴαλλε,σὺν δὲ δύω μάρψας ὥς τε σκύλακας ποτὶ γαίῃκόπτʼ· ἐκ δʼ ἐγκέφαλος χαμάδις ῥέε, δεῦε δὲ γαῖαν.τοὺς δὲ διὰ μελεϊστὶ ταμὼν ὡπλίσσατο δόρπον·ἤσθιε δʼ ὥς τε λέων ὀρεσίτροφος, οὐδʼ ἀπέλειπεν,ἔγκατά τε σάρκας τε καὶ ὀστέα μυελόεντα.ἡμεῖς δὲ κλαίοντες ἀνεσχέθομεν Διὶ χεῖρας,σχέτλια ἔργʼ ὁρόωντες, ἀμηχανίη δʼ ἔχε θυμόν.αὐτὰρ ἐπεὶ Κύκλωψ μεγάλην ἐμπλήσατο νηδὺνἀνδρόμεα κρέʼ ἔδων καὶ ἐπʼ ἄκρητον γάλα πίνων,κεῖτʼ ἔντοσθʼ ἄντροιο τανυσσάμενος διὰ μήλων.τὸν μὲν ἐγὼ βούλευσα κατὰ μεγαλήτορα θυμὸνἆσσον ἰών, ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ,