ξείνιος, ὃς ξείνοισιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμείβετο νηλέι θυμῷ·νήπιός εἰς, ὦ ξεῖνʼ, ἢ τηλόθεν εἰλήλουθας,ὅς με θεοὺς κέλεαι ἢ δειδίμεν ἢ ἀλέασθαι·οὐ γὰρ Κύκλωπες Διὸς αἰγιόχου ἀλέγουσινοὐδὲ θεῶν μακάρων, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰμεν·οὐδʼ ἂν ἐγὼ Διὸς ἔχθος ἀλευάμενος πεφιδοίμηνοὔτε σεῦ οὔθʼ ἑτάρων, εἰ μὴ θυμός με κελεύοι.ἀλλά μοι εἴφʼ ὅπῃ ἔσχες ἰὼν ἐυεργέα νῆα,ἤ που ἐπʼ ἐσχατιῆς, ἦ καὶ σχεδόν, ὄφρα δαείω.ὣς φάτο πειράζων, ἐμὲ δʼ οὐ λάθεν εἰδότα πολλά,ἀλλά μιν ἄψορρον προσέφην δολίοις ἐπέεσσι· νέα μέν μοι κατέαξε Ποσειδάων ἐνοσίχθωνπρὸς πέτρῃσι βαλὼν ὑμῆς ἐπὶ πείρασι γαίης,ἄκρῃ προσπελάσας· ἄνεμος δʼ ἐκ πόντου ἔνεικεν·