ἡμεῖς τοι Τροίηθεν ἀποπλαγχθέντες Ἀχαιοὶπαντοίοις ἀνέμοισιν ὑπὲρ μέγα λαῖτμα θαλάσσης,οἴκαδε ἱέμενοι, ἄλλην ὁδὸν ἄλλα κέλευθαἤλθομεν· οὕτω που Ζεὺς ἤθελε μητίσασθαι.λαοὶ δʼ Ἀτρεΐδεω Ἀγαμέμνονος εὐχόμεθʼ εἶναι,τοῦ δὴ νῦν γε μέγιστον ὑπουράνιον κλέος ἐστί·τόσσην γὰρ διέπερσε πόλιν καὶ ἀπώλεσε λαοὺςπολλούς. ἡμεῖς δʼ αὖτε κιχανόμενοι τὰ σὰ γοῦναἱκόμεθʼ, εἴ τι πόροις ξεινήιον ἠὲ καὶ ἄλλωςδοίης δωτίνην, ἥ τε ξείνων θέμις ἐστίν.ἀλλʼ αἰδεῖο, φέριστε, θεούς· ἱκέται δέ τοί εἰμεν,Ζεὺς δʼ ἐπιτιμήτωρ ἱκετάων τε ξείνων τε,ξείνιος, ὃς ξείνοισιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμείβετο νηλέι θυμῷ·νήπιός εἰς, ὦ ξεῖνʼ, ἢ τηλόθεν εἰλήλουθας,ὅς με θεοὺς κέλεαι ἢ δειδίμεν ἢ ἀλέασθαι·οὐ γὰρ Κύκλωπες Διὸς αἰγιόχου ἀλέγουσινοὐδὲ θεῶν μακάρων, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰμεν·οὐδʼ ἂν ἐγὼ Διὸς ἔχθος ἀλευάμενος πεφιδοίμηνοὔτε σεῦ οὔθʼ ἑτάρων, εἰ μὴ θυμός με κελεύοι.ἀλλά μοι εἴφʼ ὅπῃ ἔσχες ἰὼν ἐυεργέα νῆα,ἤ που ἐπʼ ἐσχατιῆς, ἦ καὶ σχεδόν, ὄφρα δαείω.ὣς φάτο πειράζων, ἐμὲ δʼ οὐ λάθεν εἰδότα πολλά,ἀλλά μιν ἄψορρον προσέφην δολίοις ἐπέεσσι· νέα μέν μοι κατέαξε Ποσειδάων ἐνοσίχθωνπρὸς πέτρῃσι βαλὼν ὑμῆς ἐπὶ πείρασι γαίης,ἄκρῃ προσπελάσας· ἄνεμος δʼ ἐκ πόντου ἔνεικεν·αὐτὰρ ἐγὼ σὺν τοῖσδε ὑπέκφυγον αἰπὺν ὄλεθρον.ὣς ἐφάμην, ὁ δέ μʼ οὐδὲν ἀμείβετο νηλέι θυμῷ,ἀλλʼ ὅ γʼ ἀναΐξας ἑτάροις ἐπὶ χεῖρας ἴαλλε,σὺν δὲ δύω μάρψας ὥς τε σκύλακας ποτὶ γαίῃκόπτʼ· ἐκ δʼ ἐγκέφαλος χαμάδις ῥέε, δεῦε δὲ γαῖαν.τοὺς δὲ διὰ μελεϊστὶ ταμὼν ὡπλίσσατο δόρπον·ἤσθιε δʼ ὥς τε λέων ὀρεσίτροφος, οὐδʼ ἀπέλειπεν,ἔγκατά τε σάρκας τε καὶ ὀστέα μυελόεντα.ἡμεῖς δὲ κλαίοντες ἀνεσχέθομεν Διὶ χεῖρας,σχέτλια ἔργʼ ὁρόωντες, ἀμηχανίη δʼ ἔχε θυμόν.αὐτὰρ ἐπεὶ Κύκλωψ μεγάλην ἐμπλήσατο νηδὺνἀνδρόμεα κρέʼ ἔδων καὶ ἐπʼ ἄκρητον γάλα πίνων,κεῖτʼ ἔντοσθʼ ἄντροιο τανυσσάμενος διὰ μήλων.τὸν μὲν ἐγὼ βούλευσα κατὰ μεγαλήτορα θυμὸνἆσσον ἰών, ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ,οὐτάμεναι πρὸς στῆθος, ὅθι φρένες ἧπαρ ἔχουσι,χείρʼ ἐπιμασσάμενος· ἕτερος δέ με θυμὸς ἔρυκεν.αὐτοῦ γάρ κε καὶ ἄμμες ἀπωλόμεθʼ αἰπὺν ὄλεθρον·οὐ γάρ κεν δυνάμεσθα θυράων ὑψηλάωνχερσὶν ἀπώσασθαι λίθον ὄβριμον, ὃν προσέθηκεν.ὣς τότε μὲν στενάχοντες ἐμείναμεν Ἠῶ δῖαν.ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,καὶ τότε πῦρ ἀνέκαιε καὶ ἤμελγε κλυτὰ μῆλα,πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ.αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,σὺν δʼ ὅ γε δὴ αὖτε δύω μάρψας ὡπλίσσατο δεῖπνον.δειπνήσας δʼ ἄντρου ἐξήλασε πίονα μῆλα,ῥηιδίως ἀφελὼν θυρεὸν μέγαν· αὐτὰρ ἔπειταἂψ ἐπέθηχʼ, ὡς εἴ τε φαρέτρῃ πῶμʼ ἐπιθείη.πολλῇ δὲ ῥοίζῳ πρὸς ὄρος τρέπε πίονα μῆλαΚύκλωψ· αὐτὰρ ἐγὼ λιπόμην κακὰ βυσσοδομεύων,εἴ πως τισαίμην, δοίη δέ μοι εὖχος Ἀθήνη.ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή.Κύκλωπος γὰρ ἔκειτο μέγα ῥόπαλον παρὰ σηκῷ,χλωρὸν ἐλαΐνεον· τὸ μὲν ἔκταμεν, ὄφρα φοροίηαὐανθέν. τὸ μὲν ἄμμες ἐίσκομεν εἰσορόωντεςὅσσον θʼ ἱστὸν νηὸς ἐεικοσόροιο μελαίνης,φορτίδος εὐρείης, ἥ τʼ ἐκπεράᾳ μέγα λαῖτμα·τόσσον ἔην μῆκος, τόσσον πάχος εἰσοράασθαι.τοῦ μὲν ὅσον τʼ ὄργυιαν ἐγὼν ἀπέκοψα παραστὰςκαὶ παρέθηχʼ ἑτάροισιν, ἀποξῦναι δʼ ἐκέλευσα·οἱ δʼ ὁμαλὸν ποίησαν· ἐγὼ δʼ ἐθόωσα παραστὰςἄκρον, ἄφαρ δὲ λαβὼν ἐπυράκτεον ἐν πυρὶ κηλέῳ.καὶ τὸ μὲν εὖ κατέθηκα κατακρύψας ὑπὸ κόπρῳ,ἥ ῥα κατὰ σπείους κέχυτο μεγάλʼ ἤλιθα πολλή·αὐτὰρ τοὺς ἄλλους κλήρῳ πεπαλάσθαι ἄνωγον,ὅς τις τολμήσειεν ἐμοὶ σὺν μοχλὸν ἀείραςτρῖψαι ἐν ὀφθαλμῷ, ὅτε τὸν γλυκὺς ὕπνος ἱκάνοι.οἱ δʼ ἔλαχον τοὺς ἄν κε καὶ ἤθελον αὐτὸς ἑλέσθαι,τέσσαρες, αὐτὰρ ἐγὼ πέμπτος μετὰ τοῖσιν ἐλέγμην.ἑσπέριος δʼ ἦλθεν καλλίτριχα μῆλα νομεύων.αὐτίκα δʼ εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλαπάντα μάλʼ, οὐδέ τι λεῖπε βαθείης ἔκτοθεν αὐλῆς,ἤ τι ὀισάμενος, ἢ καὶ θεὸς ὣς ἐκέλευσεν.αὐτὰρ ἔπειτʼ ἐπέθηκε θυρεὸν μέγαν ὑψόσʼ ἀείρας,ἑζόμενος δʼ ἤμελγεν ὄις καὶ μηκάδας αἶγας,πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ.αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,σὺν δʼ ὅ γε δὴ αὖτε δύω μάρψας ὡπλίσσατο δόρπον.καὶ τότʼ ἐγὼ Κύκλωπα προσηύδων ἄγχι παραστάς,κισσύβιον μετὰ χερσὶν ἔχων μέλανος οἴνοιο·Κύκλωψ, τῆ, πίε οἶνον, ἐπεὶ φάγες ἀνδρόμεα κρέα,ὄφρʼ εἰδῇς οἷόν τι ποτὸν τόδε νηῦς ἐκεκεύθειἡμετέρη. σοὶ δʼ αὖ λοιβὴν φέρον, εἴ μʼ ἐλεήσαςοἴκαδε πέμψειας· σὺ δὲ μαίνεαι οὐκέτʼ ἀνεκτῶς.σχέτλιε, πῶς κέν τίς σε καὶ ὕστερον ἄλλος ἵκοιτοἀνθρώπων πολέων, ἐπεὶ οὐ κατὰ μοῖραν ἔρεξας;ὣς ἐφάμην, ὁ δʼ ἔδεκτο καὶ ἔκπιεν· ἥσατο δʼ αἰνῶςἡδὺ ποτὸν πίνων καὶ μʼ ᾔτεε δεύτερον αὖτις·δός μοι ἔτι πρόφρων, καί μοι τεὸν οὔνομα εἰπὲαὐτίκα νῦν, ἵνα τοι δῶ ξείνιον, ᾧ κε σὺ χαίρῃς·καὶ γὰρ Κυκλώπεσσι φέρει ζείδωρος ἄρουραοἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος ἀέξει·ἀλλὰ τόδʼ ἀμβροσίης καὶ νέκταρός ἐστιν ἀπορρώξ.ὣς φάτʼ, ἀτάρ οἱ αὖτις ἐγὼ πόρον αἴθοπα οἶνον.τρὶς μὲν ἔδωκα φέρων, τρὶς δʼ ἔκπιεν ἀφραδίῃσιν.αὐτὰρ ἐπεὶ Κύκλωπα περὶ φρένας ἤλυθεν οἶνος,καὶ τότε δή μιν ἔπεσσι προσηύδων μειλιχίοισι·Κύκλωψ, εἰρωτᾷς μʼ ὄνομα κλυτόν, αὐτὰρ ἐγώ τοιἐξερέω· σὺ δέ μοι δὸς ξείνιον, ὥς περ ὑπέστης.Οὖτις ἐμοί γʼ ὄνομα· Οὖτιν δέ με κικλήσκουσιμήτηρ ἠδὲ πατὴρ ἠδʼ ἄλλοι πάντες ἑταῖροι.ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμείβετο νηλέι θυμῷ·Οὖτιν ἐγὼ πύματον ἔδομαι μετὰ οἷς ἑτάροισιν,τοὺς δʼ ἄλλους πρόσθεν· τὸ δέ τοι ξεινήιον ἔσται.ἦ καὶ ἀνακλινθεὶς πέσεν ὕπτιος, αὐτὰρ ἔπειτακεῖτʼ ἀποδοχμώσας παχὺν αὐχένα, κὰδ δέ μιν ὕπνοςᾕρει πανδαμάτωρ· φάρυγος δʼ ἐξέσσυτο οἶνοςψωμοί τʼ ἀνδρόμεοι· ὁ δʼ ἐρεύγετο οἰνοβαρείων.καὶ τότʼ ἐγὼ τὸν μοχλὸν ὑπὸ σποδοῦ ἤλασα πολλῆς,ἧος θερμαίνοιτο· ἔπεσσι δὲ πάντας ἑταίρουςθάρσυνον, μή τίς μοι ὑποδείσας ἀναδύη.ἀλλʼ ὅτε δὴ τάχʼ ὁ μοχλὸς ἐλάινος ἐν πυρὶ μέλλενἅψεσθαι, χλωρός περ ἐών, διεφαίνετο δʼ αἰνῶς,καὶ τότʼ ἐγὼν ἆσσον φέρον ἐκ πυρός, ἀμφὶ δʼ ἑταῖροιἵσταντʼ· αὐτὰρ θάρσος ἐνέπνευσεν μέγα δαίμων.οἱ μὲν μοχλὸν ἑλόντες ἐλάινον, ὀξὺν ἐπʼ ἄκρῳ,ὀφθαλμῷ ἐνέρεισαν· ἐγὼ δʼ ἐφύπερθεν ἐρεισθεὶςδίνεον, ὡς ὅτε τις τρυπῷ δόρυ νήιον ἀνὴρτρυπάνῳ, οἱ δέ τʼ ἔνερθεν ὑποσσείουσιν ἱμάντιἁψάμενοι ἑκάτερθε, τὸ δὲ τρέχει ἐμμενὲς αἰεί.ὣς τοῦ ἐν ὀφθαλμῷ πυριήκεα μοχλὸν ἑλόντεςδινέομεν, τὸν δʼ αἷμα περίρρεε θερμὸν ἐόντα.πάντα δέ οἱ βλέφαρʼ ἀμφὶ καὶ ὀφρύας εὗσεν ἀυτμὴγλήνης καιομένης, σφαραγεῦντο δέ οἱ πυρὶ ῥίζαι.ὡς δʼ ὅτʼ ἀνὴρ χαλκεὺς πέλεκυν μέγαν ἠὲ σκέπαρνονεἰν ὕδατι ψυχρῷ βάπτῃ μεγάλα ἰάχονταφαρμάσσων· τὸ γὰρ αὖτε σιδήρου γε κράτος ἐστίνὣς τοῦ σίζʼ ὀφθαλμὸς ἐλαϊνέῳ περὶ μοχλῷ.σμερδαλέον δὲ μέγʼ ᾤμωξεν, περὶ δʼ ἴαχε πέτρη,ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθʼ· αὐτὰρ ὁ μοχλὸνἐξέρυσʼ ὀφθαλμοῖο πεφυρμένον αἵματι πολλῷ.τὸν μὲν ἔπειτʼ ἔρριψεν ἀπὸ ἕο χερσὶν ἀλύων,αὐτὰρ ὁ Κύκλωπας μεγάλʼ ἤπυεν, οἵ ῥά μιν ἀμφὶςᾤκεον ἐν σπήεσσι διʼ ἄκριας ἠνεμοέσσας.οἱ δὲ βοῆς ἀίοντες ἐφοίτων ἄλλοθεν ἄλλος,ἱστάμενοι δʼ εἴροντο περὶ σπέος ὅττι ἑ κήδοι·τίπτε τόσον, Πολύφημʼ, ἀρημένος ὧδʼ ἐβόησαςνύκτα διʼ ἀμβροσίην καὶ ἀύπνους ἄμμε τίθησθα;ἦ μή τίς σευ μῆλα βροτῶν ἀέκοντος ἐλαύνει;ἦ μή τίς σʼ αὐτὸν κτείνει δόλῳ ἠὲ βίηφιν;τοὺς δʼ αὖτʼ ἐξ ἄντρου προσέφη κρατερὸς Πολύφημος·ὦ φίλοι, Οὖτίς με κτείνει δόλῳ οὐδὲ βίηφιν.οἱ δʼ ἀπαμειβόμενοι ἔπεα πτερόεντʼ ἀγόρευον·εἰ μὲν δὴ μή τίς σε βιάζεται οἶον ἐόντα,νοῦσον γʼ οὔ πως ἔστι Διὸς μεγάλου ἀλέασθαι,ἀλλὰ σύ γʼ εὔχεο πατρὶ Ποσειδάωνι ἄνακτι.ὣς ἄρʼ ἔφαν ἀπιόντες, ἐμὸν δʼ ἐγέλασσε φίλον κῆρ,ὡς ὄνομʼ ἐξαπάτησεν ἐμὸν καὶ μῆτις ἀμύμων.Κύκλωψ δὲ στενάχων τε καὶ ὠδίνων ὀδύνῃσιχερσὶ ψηλαφόων ἀπὸ μὲν λίθον εἷλε θυράων,αὐτὸς δʼ εἰνὶ θύρῃσι καθέζετο χεῖρε πετάσσας,εἴ τινά που μετʼ ὄεσσι λάβοι στείχοντα θύραζε·οὕτω γάρ πού μʼ ἤλπετʼ ἐνὶ φρεσὶ νήπιον εἶναι.αὐτὰρ ἐγὼ βούλευον, ὅπως ὄχʼ ἄριστα γένοιτο,εἴ τινʼ ἑταίροισιν θανάτου λύσιν ἠδʼ ἐμοὶ αὐτῷεὑροίμην· πάντας δὲ δόλους καὶ μῆτιν ὕφαινονὥς τε περὶ ψυχῆς· μέγα γὰρ κακὸν ἐγγύθεν ἦεν.ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή.ἄρσενες ὄιες ἦσαν ἐυτρεφέες, δασύμαλλοι,καλοί τε μεγάλοι τε, ἰοδνεφὲς εἶρος ἔχοντες·τοὺς ἀκέων συνέεργον ἐυστρεφέεσσι λύγοισιν,τῇς ἔπι Κύκλωψ εὗδε πέλωρ, ἀθεμίστια εἰδώς,σύντρεις αἰνύμενος· ὁ μὲν ἐν μέσῳ ἄνδρα φέρεσκε,τὼ δʼ ἑτέρω ἑκάτερθεν ἴτην σώοντες ἑταίρους.τρεῖς δὲ ἕκαστον φῶτʼ ὄιες φέρον· αὐτὰρ ἐγώ γε—ἀρνειὸς γὰρ ἔην μήλων ὄχʼ ἄριστος ἁπάντων,τοῦ κατὰ νῶτα λαβών, λασίην ὑπὸ γαστέρʼ ἐλυσθεὶςκείμην· αὐτὰρ χερσὶν ἀώτου θεσπεσίοιονωλεμέως στρεφθεὶς ἐχόμην τετληότι θυμῷ.ὣς τότε μὲν στενάχοντες ἐμείναμεν Ἠῶ δῖαν.ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,καὶ τότʼ ἔπειτα νομόνδʼ ἐξέσσυτο ἄρσενα μῆλα,θήλειαι δὲ μέμηκον ἀνήμελκτοι περὶ σηκούς·οὔθατα γὰρ σφαραγεῦντο. ἄναξ δʼ ὀδύνῃσι κακῇσιτειρόμενος πάντων ὀίων ἐπεμαίετο νῶταὀρθῶν ἑσταότων· τὸ δὲ νήπιος οὐκ ἐνόησεν,ὥς οἱ ὑπʼ εἰροπόκων ὀίων στέρνοισι δέδεντο.ὕστατος ἀρνειὸς μήλων ἔστειχε θύραζελάχνῳ στεινόμενος καὶ ἐμοὶ πυκινὰ φρονέοντι.τὸν δʼ ἐπιμασσάμενος προσέφη κρατερὸς Πολύφημος·κριὲ πέπον, τί μοι ὧδε διὰ σπέος ἔσσυο μήλωνὕστατος; οὔ τι πάρος γε λελειμμένος ἔρχεαι οἰῶν,ἀλλὰ πολὺ πρῶτος νέμεαι τέρενʼ ἄνθεα ποίηςμακρὰ βιβάς, πρῶτος δὲ ῥοὰς ποταμῶν ἀφικάνεις,πρῶτος δὲ σταθμόνδε λιλαίεαι ἀπονέεσθαιἑσπέριος· νῦν αὖτε πανύστατος. ἦ σύ γʼ ἄνακτοςὀφθαλμὸν ποθέεις, τὸν ἀνὴρ κακὸς ἐξαλάωσεσὺν λυγροῖς ἑτάροισι δαμασσάμενος φρένας οἴνῳ,Οὖτις, ὃν οὔ πώ φημι πεφυγμένον εἶναι ὄλεθρον.εἰ δὴ ὁμοφρονέοις ποτιφωνήεις τε γένοιοεἰπεῖν ὅππῃ κεῖνος ἐμὸν μένος ἠλασκάζει·τῷ κέ οἱ ἐγκέφαλός γε διὰ σπέος ἄλλυδις ἄλλῃθεινομένου ῥαίοιτο πρὸς οὔδεϊ, κὰδ δέ κʼ ἐμὸν κῆρλωφήσειε κακῶν, τά μοι οὐτιδανὸς πόρεν Οὖτις.ὣς εἰπὼν τὸν κριὸν ἀπὸ ἕο πέμπε θύραζε.ἐλθόντες δʼ ἠβαιὸν ἀπὸ σπείους τε καὶ αὐλῆςπρῶτος ὑπʼ ἀρνειοῦ λυόμην, ὑπέλυσα δʼ ἑταίρους.καρπαλίμως δὲ τὰ μῆλα ταναύποδα, πίονα δημῷ,πολλὰ περιτροπέοντες ἐλαύνομεν, ὄφρʼ ἐπὶ νῆαἱκόμεθʼ. ἀσπάσιοι δὲ φίλοις ἑτάροισι φάνημεν,οἳ φύγομεν θάνατον, τοὺς δὲ στενάχοντο γοῶντες.ἀλλʼ ἐγὼ οὐκ εἴων, ἀνὰ δʼ ὀφρύσι νεῦον ἑκάστῳ,κλαίειν, ἀλλʼ ἐκέλευσα θοῶς καλλίτριχα μῆλαπόλλʼ ἐν νηὶ βαλόντας ἐπιπλεῖν ἁλμυρὸν ὕδωρ.οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.ἀλλʼ ὅτε τόσσον ἀπῆν, ὅσσον τε γέγωνε βοήσας,καὶ τότʼ ἐγὼ Κύκλωπα προσηύδων κερτομίοισι·Κύκλωψ, οὐκ ἄρʼ ἔμελλες ἀνάλκιδος ἀνδρὸς ἑταίρουςἔδμεναι ἐν σπῆι γλαφυρῷ κρατερῆφι βίηφι.καὶ λίην σέ γʼ ἔμελλε κιχήσεσθαι κακὰ ἔργα,σχέτλιʼ, ἐπεὶ ξείνους οὐχ ἅζεο σῷ ἐνὶ οἴκῳἐσθέμεναι· τῷ σε Ζεὺς τίσατο καὶ θεοὶ ἄλλοι.ὣς ἐφάμην, ὁ δʼ ἔπειτα χολώσατο κηρόθι μᾶλλον,ἧκε δʼ ἀπορρήξας κορυφὴν ὄρεος μεγάλοιο,κὰδ δʼ ἔβαλε προπάροιθε νεὸς κυανοπρῴροιοτυτθόν, ἐδεύησεν δʼ οἰήιον ἄκρον ἱκέσθαι,ἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης·τὴν δʼ αἶψʼ ἤπειρόνδε παλιρρόθιον φέρε κῦμα,πλημυρὶς ἐκ πόντοιο, θέμωσε δὲ χέρσον ἱκέσθαι.αὐτὰρ ἐγὼ χείρεσσι λαβὼν περιμήκεα κοντὸνὦσα παρέξ, ἑτάροισι δʼ ἐποτρύνας ἐκέλευσαἐμβαλέειν κώπῃς, ἵνʼ ὑπὲκ κακότητα φύγοιμεν,κρατὶ κατανεύων· οἱ δὲ προπεσόντες ἔρεσσον.ἀλλʼ ὅτε δὴ δὶς τόσσον ἅλα πρήσσοντες ἀπῆμεν,καὶ τότε δὴ Κύκλωπα προσηύδων· ἀμφὶ δʼ ἑταῖροιμειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος·σχέτλιε, τίπτʼ ἐθέλεις ἐρεθιζέμεν ἄγριον ἄνδρα;ὃς καὶ νῦν πόντονδε βαλὼν βέλος ἤγαγε νῆααὖτις ἐς ἤπειρον, καὶ δὴ φάμεν αὐτόθʼ ὀλέσθαι.εἰ δὲ φθεγξαμένου τευ ἢ αὐδήσαντος ἄκουσε,σύν κεν ἄραξʼ ἡμέων κεφαλὰς καὶ νήια δοῦραμαρμάρῳ ὀκριόεντι βαλών· τόσσον γὰρ ἵησιν.ὣς φάσαν, ἀλλʼ οὐ πεῖθον ἐμὸν μεγαλήτορα θυμόν,ἀλλά μιν ἄψορρον προσέφην κεκοτηότι θυμῷ·Κύκλωψ, αἴ κέν τίς σε καταθνητῶν ἀνθρώπωνὀφθαλμοῦ εἴρηται ἀεικελίην ἀλαωτύν,φάσθαι Ὀδυσσῆα πτολιπόρθιον ἐξαλαῶσαι,