εἴρεσθʼ, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω·τί πρῶτόν τοι ἔπειτα, τί δʼ ὑστάτιον καταλέξω;κήδεʼ ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες.νῦν δʼ ὄνομα πρῶτον μυθήσομαι, ὄφρα καὶ ὑμεῖςεἴδετʼ, ἐγὼ δʼ ἂν ἔπειτα φυγὼν ὕπο νηλεὲς ἦμαρὑμῖν ξεῖνος ἔω καὶ ἀπόπροθι δώματα ναίων.εἴμʼ Ὀδυσεὺς Λαερτιάδης, ὃς πᾶσι δόλοισινἀνθρώποισι μέλω, καί μευ κλέος οὐρανὸν ἵκει.ναιετάω δʼ Ἰθάκην ἐυδείελον· ἐν δʼ ὄρος αὐτῇΝήριτον εἰνοσίφυλλον, ἀριπρεπές· ἀμφὶ δὲ νῆσοιπολλαὶ ναιετάουσι μάλα σχεδὸν ἀλλήλῃσι,Δουλίχιόν τε Σάμη τε καὶ ὑλήεσσα Ζάκυνθος.αὐτὴ δὲ χθαμαλὴ πανυπερτάτη εἰν ἁλὶ κεῖταιπρὸς ζόφον, αἱ δέ τʼ ἄνευθε πρὸς ἠῶ τʼ ἠέλιόν τε,τρηχεῖʼ, ἀλλʼ ἀγαθὴ κουροτρόφος· οὔ τοι ἐγώ γεἧς γαίης δύναμαι γλυκερώτερον ἄλλο ἰδέσθαι.ἦ μέν μʼ αὐτόθʼ ἔρυκε Καλυψώ, δῖα θεάων,ἐν σπέσσι γλαφυροῖσι, λιλαιομένη πόσιν εἶναι·ὣς δʼ αὔτως Κίρκη κατερήτυεν ἐν μεγάροισινΑἰαίη δολόεσσα, λιλαιομένη πόσιν εἶναι·ἀλλʼ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον.ὣς οὐδὲν γλύκιον ἧς πατρίδος οὐδὲ τοκήωνγίγνεται, εἴ περ καί τις ἀπόπροθι πίονα οἶκονγαίῃ ἐν ἀλλοδαπῇ ναίει ἀπάνευθε τοκήων.εἰ δʼ ἄγε τοι καὶ νόστον ἐμὸν πολυκηδέʼ ἐνίσπω,ὅν μοι Ζεὺς ἐφέηκεν ἀπὸ Τροίηθεν ἰόντι.Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσεν,Ἰσμάρῳ. ἔνθα δʼ ἐγὼ πόλιν ἔπραθον, ὤλεσα δʼ αὐτούς·ἐκ πόλιος δʼ ἀλόχους καὶ κτήματα πολλὰ λαβόντεςδασσάμεθʼ, ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης.ἔνθʼ ἦ τοι μὲν ἐγὼ διερῷ ποδὶ φευγέμεν ἡμέαςἠνώγεα, τοὶ δὲ μέγα νήπιοι οὐκ ἐπίθοντο.ἔνθα δὲ πολλὸν μὲν μέθυ πίνετο, πολλὰ δὲ μῆλαἔσφαζον παρὰ θῖνα καὶ εἰλίποδας ἕλικας βοῦς·τόφρα δʼ ἄρʼ οἰχόμενοι Κίκονες Κικόνεσσι γεγώνευν,οἵ σφιν γείτονες ἦσαν, ἅμα πλέονες καὶ ἀρείους,ἤπειρον ναίοντες, ἐπιστάμενοι μὲν ἀφʼ ἵππωνἀνδράσι μάρνασθαι καὶ ὅθι χρὴ πεζὸν ἐόντα.ἦλθον ἔπειθʼ ὅσα φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ,ἠέριοι· τότε δή ῥα κακὴ Διὸς αἶσα παρέστηἡμῖν αἰνομόροισιν, ἵνʼ ἄλγεα πολλὰ πάθοιμεν.στησάμενοι δʼ ἐμάχοντο μάχην παρὰ νηυσὶ θοῇσι,βάλλον δʼ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν.ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,τόφρα δʼ ἀλεξόμενοι μένομεν πλέονάς περ ἐόντας.ἦμος δʼ ἠέλιος μετενίσσετο βουλυτόνδε,καὶ τότε δὴ Κίκονες κλῖναν δαμάσαντες Ἀχαιούς.ἓξ δʼ ἀφʼ ἑκάστης νηὸς ἐυκνήμιδες ἑταῖροιὤλονθʼ· οἱ δʼ ἄλλοι φύγομεν θάνατόν τε μόρον τε.ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.οὐδʼ ἄρα μοι προτέρω νῆες κίον ἀμφιέλισσαι,πρίν τινα τῶν δειλῶν ἑτάρων τρὶς ἕκαστον ἀῦσαι,οἳ θάνον ἐν πεδίῳ Κικόνων ὕπο δῃωθέντες.νηυσὶ δʼ ἐπῶρσʼ ἄνεμον Βορέην νεφεληγερέτα Ζεὺςλαίλαπι θεσπεσίῃ, σὺν δὲ νεφέεσσι κάλυψεγαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δʼ οὐρανόθεν νύξ.αἱ μὲν ἔπειτʼ ἐφέροντʼ ἐπικάρσιαι, ἱστία δέ σφιντριχθά τε καὶ τετραχθὰ διέσχισεν ἲς ἀνέμοιο.καὶ τὰ μὲν ἐς νῆας κάθεμεν, δείσαντες ὄλεθρον,αὐτὰς δʼ ἐσσυμένως προερέσσαμεν ἤπειρόνδε.ἔνθα δύω νύκτας δύο τʼ ἤματα συνεχὲς αἰεὶκείμεθʼ, ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες.ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς,ἱστοὺς στησάμενοι ἀνά θʼ ἱστία λεύκʼ ἐρύσαντεςἥμεθα, τὰς δʼ ἄνεμός τε κυβερνῆταί τʼ ἴθυνον.καί νύ κεν ἀσκηθὴς ἱκόμην ἐς πατρίδα γαῖαν·ἀλλά με κῦμα ῥόος τε περιγνάμπτοντα Μάλειανκαὶ Βορέης ἀπέωσε, παρέπλαγξεν δὲ Κυθήρων.ἔνθεν δʼ ἐννῆμαρ φερόμην ὀλοοῖς ἀνέμοισινπόντον ἐπʼ ἰχθυόεντα· ἀτὰρ δεκάτῃ ἐπέβημενγαίης Λωτοφάγων, οἵ τʼ ἄνθινον εἶδαρ ἔδουσιν.ἔνθα δʼ ἐπʼ ἠπείρου βῆμεν καὶ ἀφυσσάμεθʼ ὕδωρ,αἶψα δὲ δεῖπνον ἕλοντο θοῇς παρὰ νηυσὶν ἑταῖροι.αὐτὰρ ἐπεὶ σίτοιό τʼ ἐπασσάμεθʼ ἠδὲ ποτῆτος,δὴ τοτʼ ἐγὼν ἑτάρους προΐειν πεύθεσθαι ἰόντας,οἵ τινες ἀνέρες εἶεν ἐπὶ χθονὶ σῖτον ἔδοντεςἄνδρε δύω κρίνας, τρίτατον κήρυχʼ ἅμʼ ὀπάσσας.οἱ δʼ αἶψʼ οἰχόμενοι μίγεν ἀνδράσι Λωτοφάγοισιν·οὐδʼ ἄρα Λωτοφάγοι μήδονθʼ ἑτάροισιν ὄλεθρονἡμετέροις, ἀλλά σφι δόσαν λωτοῖο πάσασθαι.τῶν δʼ ὅς τις λωτοῖο φάγοι μελιηδέα καρπόν,οὐκέτʼ ἀπαγγεῖλαι πάλιν ἤθελεν οὐδὲ νέεσθαι,ἀλλʼ αὐτοῦ βούλοντο μετʼ ἀνδράσι Λωτοφάγοισιλωτὸν ἐρεπτόμενοι μενέμεν νόστου τε λαθέσθαι.τοὺς μὲν ἐγὼν ἐπὶ νῆας ἄγον κλαίοντας ἀνάγκῃ,νηυσὶ δʼ ἐνὶ γλαφυρῇσιν ὑπὸ ζυγὰ δῆσα ἐρύσσας.αὐτὰρ τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρουςσπερχομένους νηῶν ἐπιβαινέμεν ὠκειάων,μή πώς τις λωτοῖο φαγὼν νόστοιο λάθηται.οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ·Κυκλώπων δʼ ἐς γαῖαν ὑπερφιάλων ἀθεμίστωνἱκόμεθʼ, οἵ ῥα θεοῖσι πεποιθότες ἀθανάτοισινοὔτε φυτεύουσιν χερσὶν φυτὸν οὔτʼ ἀρόωσιν,ἀλλὰ τά γʼ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται,πυροὶ καὶ κριθαὶ ἠδʼ ἄμπελοι, αἵ τε φέρουσινοἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος ἀέξει.τοῖσιν δʼ οὔτʼ ἀγοραὶ βουληφόροι οὔτε θέμιστες,ἀλλʼ οἵ γʼ ὑψηλῶν ὀρέων ναίουσι κάρηναἐν σπέσσι γλαφυροῖσι, θεμιστεύει δὲ ἕκαστοςπαίδων ἠδʼ ἀλόχων, οὐδʼ ἀλλήλων ἀλέγουσιν.νῆσος ἔπειτα λάχεια παρὲκ λιμένος τετάνυσται,γαίης Κυκλώπων οὔτε σχεδὸν οὔτʼ ἀποτηλοῦ,ὑλήεσσʼ· ἐν δʼ αἶγες ἀπειρέσιαι γεγάασινἄγριαι· οὐ μὲν γὰρ πάτος ἀνθρώπων ἀπερύκει,οὐδέ μιν εἰσοιχνεῦσι κυνηγέται, οἵ τε καθʼ ὕληνἄλγεα πάσχουσιν κορυφὰς ὀρέων ἐφέποντες.οὔτʼ ἄρα ποίμνῃσιν καταΐσχεται οὔτʼ ἀρότοισιν,ἀλλʼ ἥ γʼ ἄσπαρτος καὶ ἀνήροτος ἤματα πάνταἀνδρῶν χηρεύει, βόσκει δέ τε μηκάδας αἶγας.οὐ γὰρ Κυκλώπεσσι νέες πάρα μιλτοπάρῃοι,οὐδʼ ἄνδρες νηῶν ἔνι τέκτονες, οἵ κε κάμοιεννῆας ἐυσσέλμους, αἵ κεν τελέοιεν ἕκασταἄστεʼ ἐπʼ ἀνθρώπων ἱκνεύμεναι, οἷά τε πολλὰἄνδρες ἐπʼ ἀλλήλους νηυσὶν περόωσι θάλασσαν·οἵ κέ σφιν καὶ νῆσον ἐυκτιμένην ἐκάμοντο.οὐ μὲν γάρ τι κακή γε, φέροι δέ κεν ὥρια πάντα·ἐν μὲν γὰρ λειμῶνες ἁλὸς πολιοῖο παρʼ ὄχθαςὑδρηλοὶ μαλακοί· μάλα κʼ ἄφθιτοι ἄμπελοι εἶεν.ἐν δʼ ἄροσις λείη· μάλα κεν βαθὺ λήιον αἰεὶεἰς ὥρας ἀμῷεν, ἐπεὶ μάλα πῖαρ ὑπʼ οὖδας.ἐν δὲ λιμὴν ἐύορμος, ἵνʼ οὐ χρεὼ πείσματός ἐστιν,οὔτʼ εὐνὰς βαλέειν οὔτε πρυμνήσιʼ ἀνάψαι,ἀλλʼ ἐπικέλσαντας μεῖναι χρόνον εἰς ὅ κε ναυτέωνθυμὸς ἐποτρύνῃ καὶ ἐπιπνεύσωσιν ἀῆται.αὐτὰρ ἐπὶ κρατὸς λιμένος ῥέει ἀγλαὸν ὕδωρ,κρήνη ὑπὸ σπείους· περὶ δʼ αἴγειροι πεφύασιν.ἔνθα κατεπλέομεν, καί τις θεὸς ἡγεμόνευεννύκτα διʼ ὀρφναίην, οὐδὲ προυφαίνετʼ ἰδέσθαι·ἀὴρ γὰρ περὶ νηυσὶ βαθεῖʼ ἦν, οὐδὲ σελήνηοὐρανόθεν προύφαινε, κατείχετο δὲ νεφέεσσιν.ἔνθʼ οὔ τις τὴν νῆσον ἐσέδρακεν ὀφθαλμοῖσιν,οὔτʼ οὖν κύματα μακρὰ κυλινδόμενα προτὶ χέρσονεἰσίδομεν, πρὶν νῆας ἐυσσέλμους ἐπικέλσαι.κελσάσῃσι δὲ νηυσὶ καθείλομεν ἱστία πάντα,ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης·ἔνθα δʼ ἀποβρίξαντες ἐμείναμεν Ἠῶ δῖαν.ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,νῆσον θαυμάζοντες ἐδινεόμεσθα κατʼ αὐτήν.ὦρσαν δὲ νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο,αἶγας ὀρεσκῴους, ἵνα δειπνήσειαν ἑταῖροι.αὐτίκα καμπύλα τόξα καὶ αἰγανέας δολιχαύλουςεἱλόμεθʼ ἐκ νηῶν, διὰ δὲ τρίχα κοσμηθέντεςβάλλομεν· αἶψα δʼ ἔδωκε θεὸς μενοεικέα θήρην.νῆες μέν μοι ἕποντο δυώδεκα, ἐς δὲ ἑκάστηνἐννέα λάγχανον αἶγες· ἐμοὶ δὲ δέκʼ ἔξελον οἴῳ.ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύνταἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·οὐ γάρ πω νηῶν ἐξέφθιτο οἶνος ἐρυθρός,ἀλλʼ ἐνέην· πολλὸν γὰρ ἐν ἀμφιφορεῦσιν ἕκαστοιἠφύσαμεν Κικόνων. ἱερὸν πτολίεθρον ἑλόντες.Κυκλώπων δʼ ἐς γαῖαν ἐλεύσσομεν ἐγγὺς ἐόντων,καπνόν τʼ αὐτῶν τε φθογγὴν ὀίων τε καὶ αἰγῶν.ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,καὶ τότʼ ἐγὼν ἀγορὴν θέμενος μετὰ πᾶσιν ἔειπον·ἄλλοι μὲν νῦν μίμνετʼ, ἐμοὶ ἐρίηρες ἑταῖροι·αὐτὰρ ἐγὼ σὺν νηί τʼ ἐμῇ καὶ ἐμοῖς ἑτάροισινἐλθὼν τῶνδʼ ἀνδρῶν πειρήσομαι, οἵ τινές εἰσιν,ἤ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,ἦε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής.ὣς εἰπὼν ἀνὰ νηὸς ἔβην, ἐκέλευσα δʼ ἑταίρουςαὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.ἀλλʼ ὅτε δὴ τὸν χῶρον ἀφικόμεθʼ ἐγγὺς ἐόντα,ἔνθα δʼ ἐπʼ ἐσχατιῇ σπέος εἴδομεν ἄγχι θαλάσσης,ὑψηλόν, δάφνῃσι κατηρεφές. ἔνθα δὲ πολλὰμῆλʼ, ὄιές τε καὶ αἶγες, ἰαύεσκον· περὶ δʼ αὐλὴὑψηλὴ δέδμητο κατωρυχέεσσι λίθοισιμακρῇσίν τε πίτυσσιν ἰδὲ δρυσὶν ὑψικόμοισιν.ἔνθα δʼ ἀνὴρ ἐνίαυε πελώριος, ὅς ῥα τὰ μῆλαοἶος ποιμαίνεσκεν ἀπόπροθεν· οὐδὲ μετʼ ἄλλουςπωλεῖτʼ, ἀλλʼ ἀπάνευθεν ἐὼν ἀθεμίστια ᾔδη.καὶ γὰρ θαῦμʼ ἐτέτυκτο πελώριον, οὐδὲ ἐῴκειἀνδρί γε σιτοφάγῳ, ἀλλὰ ῥίῳ ὑλήεντιὑψηλῶν ὀρέων, ὅ τε φαίνεται οἶον ἀπʼ ἄλλων.δὴ τότε τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρουςαὐτοῦ πὰρ νηί τε μένειν καὶ νῆα ἔρυσθαι,αὐτὰρ ἐγὼ κρίνας ἑτάρων δυοκαίδεκʼ ἀρίστουςβῆν· ἀτὰρ αἴγεον ἀσκὸν ἔχον μέλανος οἴνοιοἡδέος, ὅν μοι ἔδωκε Μάρων, Εὐάνθεος υἱός,ἱρεὺς Ἀπόλλωνος, ὃς Ἴσμαρον ἀμφιβεβήκει,οὕνεκά μιν σὺν παιδὶ περισχόμεθʼ ἠδὲ γυναικὶἁζόμενοι· ᾤκει γὰρ ἐν ἄλσεϊ δενδρήεντιΦοίβου Ἀπόλλωνος. ὁ δέ μοι πόρεν ἀγλαὰ δῶρα·χρυσοῦ μέν μοι ἔδωκʼ ἐυεργέος ἑπτὰ τάλαντα,δῶκε δέ μοι κρητῆρα πανάργυρον, αὐτὰρ ἔπειταοἶνον ἐν ἀμφιφορεῦσι δυώδεκα πᾶσιν ἀφύσσαςἡδὺν ἀκηράσιον, θεῖον ποτόν· οὐδέ τις αὐτὸνἠείδη δμώων οὐδʼ ἀμφιπόλων ἐνὶ οἴκῳ,ἀλλʼ αὐτὸς ἄλοχός τε φίλη ταμίη τε μίʼ οἴη.τὸν δʼ ὅτε πίνοιεν μελιηδέα οἶνον ἐρυθρόν,ἓν δέπας ἐμπλήσας ὕδατος ἀνὰ εἴκοσι μέτραχεῦʼ, ὀδμὴ δʼ ἡδεῖα ἀπὸ κρητῆρος ὀδώδειθεσπεσίη· τότʼ ἂν οὔ τοι ἀποσχέσθαι φίλον ἦεν.τοῦ φέρον ἐμπλήσας ἀσκὸν μέγαν, ἐν δὲ καὶ ᾖακωρύκῳ· αὐτίκα γάρ μοι ὀίσατο θυμὸς ἀγήνωρἄνδρʼ ἐπελεύσεσθαι μεγάλην ἐπιειμένον ἀλκήν,ἄγριον, οὔτε δίκας ἐὺ εἰδότα οὔτε θέμιστας.καρπαλίμως δʼ εἰς ἄντρον ἀφικόμεθʼ, οὐδέ μιν ἔνδονεὕρομεν, ἀλλʼ ἐνόμευε νομὸν κάτα πίονα μῆλα.ἐλθόντες δʼ εἰς ἄντρον ἐθηεύμεσθα ἕκαστα.ταρσοὶ μὲν τυρῶν βρῖθον, στείνοντο δὲ σηκοὶἀρνῶν ἠδʼ ἐρίφων· διακεκριμέναι δὲ ἕκασταιἔρχατο, χωρὶς μὲν πρόγονοι, χωρὶς δὲ μέτασσαι,χωρὶς δʼ αὖθʼ ἕρσαι. ναῖον δʼ ὀρῷ ἄγγεα πάντα,γαυλοί τε σκαφίδες τε, τετυγμένα, τοῖς ἐνάμελγεν.ἔνθʼ ἐμὲ μὲν πρώτισθʼ ἕταροι λίσσοντʼ ἐπέεσσιντυρῶν αἰνυμένους ἰέναι πάλιν, αὐτὰρ ἔπειτακαρπαλίμως ἐπὶ νῆα θοὴν ἐρίφους τε καὶ ἄρναςσηκῶν ἐξελάσαντας ἐπιπλεῖν ἁλμυρὸν ὕδωρ·ἀλλʼ ἐγὼ οὐ πιθόμην, ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν,ὄφρʼ αὐτόν τε ἴδοιμι, καὶ εἴ μοι ξείνια δοίη.οὐδʼ ἄρʼ ἔμελλʼ ἑτάροισι φανεὶς ἐρατεινὸς ἔσεσθαι.ἔνθα δὲ πῦρ κήαντες ἐθύσαμεν ἠδὲ καὶ αὐτοὶτυρῶν αἰνύμενοι φάγομεν, μένομέν τέ μιν ἔνδονἥμενοι, ἧος ἐπῆλθε νέμων. φέρε δʼ ὄβριμον ἄχθοςὕλης ἀζαλέης, ἵνα οἱ ποτιδόρπιον εἴη,ἔντοσθεν δʼ ἄντροιο βαλὼν ὀρυμαγδὸν ἔθηκεν·ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθʼ ἐς μυχὸν ἄντρου.αὐτὰρ ὅ γʼ εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλαπάντα μάλʼ ὅσσʼ ἤμελγε, τὰ δʼ ἄρσενα λεῖπε θύρηφιν,ἀρνειούς τε τράγους τε, βαθείης ἔκτοθεν αὐλῆς.αὐτὰρ ἔπειτʼ ἐπέθηκε θυρεὸν μέγαν ὑψόσʼ ἀείρας,ὄβριμον· οὐκ ἂν τόν γε δύω καὶ εἴκοσʼ ἄμαξαιἐσθλαὶ τετράκυκλοι ἀπʼ οὔδεος ὀχλίσσειαν·τόσσην ἠλίβατον πέτρην ἐπέθηκε θύρῃσιν.ἑζόμενος δʼ ἤμελγεν ὄις καὶ μηκάδας αἶγας,πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ.αὐτίκα δʼ ἥμισυ μὲν θρέψας λευκοῖο γάλακτοςπλεκτοῖς ἐν ταλάροισιν ἀμησάμενος κατέθηκεν,ἥμισυ δʼ αὖτʼ ἔστησεν ἐν ἄγγεσιν, ὄφρα οἱ εἴηπίνειν αἰνυμένῳ καί οἱ ποτιδόρπιον εἴη.αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,καὶ τότε πῦρ ἀνέκαιε καὶ εἴσιδεν, εἴρετο δʼ ἡμέας· ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθʼ ὑγρὰ κέλευθα;ἦ τι κατὰ πρῆξιν ἦ μαψιδίως ἀλάλησθε,οἷά τε ληιστῆρες, ὑπεὶρ ἅλα, τοί τʼ ἀλόωνταιψυχὰς παρθέμενοι κακὸν ἀλλοδαποῖσι φέροντες;ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτε κατεκλάσθη φίλον ἦτορ,δεισάντων φθόγγον τε βαρὺν αὐτόν τε πέλωρον.ἀλλὰ καὶ ὥς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπον·