αὐτὰρ ἐγὼ κρίνας ἑτάρων δυοκαίδεκʼ ἀρίστουςβῆν· ἀτὰρ αἴγεον ἀσκὸν ἔχον μέλανος οἴνοιοἡδέος, ὅν μοι ἔδωκε Μάρων, Εὐάνθεος υἱός,ἱρεὺς Ἀπόλλωνος, ὃς Ἴσμαρον ἀμφιβεβήκει,οὕνεκά μιν σὺν παιδὶ περισχόμεθʼ ἠδὲ γυναικὶἁζόμενοι· ᾤκει γὰρ ἐν ἄλσεϊ δενδρήεντιΦοίβου Ἀπόλλωνος. ὁ δέ μοι πόρεν ἀγλαὰ δῶρα·χρυσοῦ μέν μοι ἔδωκʼ ἐυεργέος ἑπτὰ τάλαντα,δῶκε δέ μοι κρητῆρα πανάργυρον, αὐτὰρ ἔπειταοἶνον ἐν ἀμφιφορεῦσι δυώδεκα πᾶσιν ἀφύσσαςἡδὺν ἀκηράσιον, θεῖον ποτόν· οὐδέ τις αὐτὸνἠείδη δμώων οὐδʼ ἀμφιπόλων ἐνὶ οἴκῳ,ἀλλʼ αὐτὸς ἄλοχός τε φίλη ταμίη τε μίʼ οἴη.τὸν δʼ ὅτε πίνοιεν μελιηδέα οἶνον ἐρυθρόν,