ἀλλʼ ὅτε δὴ τὸν χῶρον ἀφικόμεθʼ ἐγγὺς ἐόντα,ἔνθα δʼ ἐπʼ ἐσχατιῇ σπέος εἴδομεν ἄγχι θαλάσσης,ὑψηλόν, δάφνῃσι κατηρεφές. ἔνθα δὲ πολλὰμῆλʼ, ὄιές τε καὶ αἶγες, ἰαύεσκον· περὶ δʼ αὐλὴὑψηλὴ δέδμητο κατωρυχέεσσι λίθοισιμακρῇσίν τε πίτυσσιν ἰδὲ δρυσὶν ὑψικόμοισιν.ἔνθα δʼ ἀνὴρ ἐνίαυε πελώριος, ὅς ῥα τὰ μῆλαοἶος ποιμαίνεσκεν ἀπόπροθεν· οὐδὲ μετʼ ἄλλουςπωλεῖτʼ, ἀλλʼ ἀπάνευθεν ἐὼν ἀθεμίστια ᾔδη.καὶ γὰρ θαῦμʼ ἐτέτυκτο πελώριον, οὐδὲ ἐῴκειἀνδρί γε σιτοφάγῳ, ἀλλὰ ῥίῳ ὑλήεντιὑψηλῶν ὀρέων, ὅ τε φαίνεται οἶον ἀπʼ ἄλλων.δὴ τότε τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρουςαὐτοῦ πὰρ νηί τε μένειν καὶ νῆα ἔρυσθαι,