Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
  • ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ·
  • Κυκλώπων δʼ ἐς γαῖαν ὑπερφιάλων ἀθεμίστων
  • ἱκόμεθʼ, οἵ ῥα θεοῖσι πεποιθότες ἀθανάτοισιν
  • οὔτε φυτεύουσιν χερσὶν φυτὸν οὔτʼ ἀρόωσιν,
  • ἀλλὰ τά γʼ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται,
  • πυροὶ καὶ κριθαὶ ἠδʼ ἄμπελοι, αἵ τε φέρουσιν
  • οἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος ἀέξει.
  • τοῖσιν δʼ οὔτʼ ἀγοραὶ βουληφόροι οὔτε θέμιστες,
  • ἀλλʼ οἵ γʼ ὑψηλῶν ὀρέων ναίουσι κάρηνα
  • ἐν σπέσσι γλαφυροῖσι, θεμιστεύει δὲ ἕκαστος
  • παίδων ἠδʼ ἀλόχων, οὐδʼ ἀλλήλων ἀλέγουσιν.
  • νῆσος ἔπειτα λάχεια παρὲκ λιμένος τετάνυσται,
  • γαίης Κυκλώπων οὔτε σχεδὸν οὔτʼ ἀποτηλοῦ,
  • ὑλήεσσʼ· ἐν δʼ αἶγες ἀπειρέσιαι γεγάασιν
  • ἄγριαι· οὐ μὲν γὰρ πάτος ἀνθρώπων ἀπερύκει,
  • οὐδέ μιν εἰσοιχνεῦσι κυνηγέται, οἵ τε καθʼ ὕλην
  • ἄλγεα πάσχουσιν κορυφὰς ὀρέων ἐφέποντες.
  • οὔτʼ ἄρα ποίμνῃσιν καταΐσχεται οὔτʼ ἀρότοισιν,
  • ἀλλʼ ἥ γʼ ἄσπαρτος καὶ ἀνήροτος ἤματα πάντα
  • ἀνδρῶν χηρεύει, βόσκει δέ τε μηκάδας αἶγας.
  • οὐ γὰρ Κυκλώπεσσι νέες πάρα μιλτοπάρῃοι,
  • οὐδʼ ἄνδρες νηῶν ἔνι τέκτονες, οἵ κε κάμοιεν
  • νῆας ἐυσσέλμους, αἵ κεν τελέοιεν ἕκαστα
  • ἄστεʼ ἐπʼ ἀνθρώπων ἱκνεύμεναι, οἷά τε πολλὰ
  • ἄνδρες ἐπʼ ἀλλήλους νηυσὶν περόωσι θάλασσαν·
  • οἵ κέ σφιν καὶ νῆσον ἐυκτιμένην ἐκάμοντο.
  • οὐ μὲν γάρ τι κακή γε, φέροι δέ κεν ὥρια πάντα·
  • ἐν μὲν γὰρ λειμῶνες ἁλὸς πολιοῖο παρʼ ὄχθας
  • ὑδρηλοὶ μαλακοί· μάλα κʼ ἄφθιτοι ἄμπελοι εἶεν.
  • ἐν δʼ ἄροσις λείη· μάλα κεν βαθὺ λήιον αἰεὶ
  • εἰς ὥρας ἀμῷεν, ἐπεὶ μάλα πῖαρ ὑπʼ οὖδας.
  • ἐν δὲ λιμὴν ἐύορμος, ἵνʼ οὐ χρεὼ πείσματός ἐστιν,
  • οὔτʼ εὐνὰς βαλέειν οὔτε πρυμνήσιʼ ἀνάψαι,
  • ἀλλʼ ἐπικέλσαντας μεῖναι χρόνον εἰς ὅ κε ναυτέων
  • θυμὸς ἐποτρύνῃ καὶ ἐπιπνεύσωσιν ἀῆται.
  • αὐτὰρ ἐπὶ κρατὸς λιμένος ῥέει ἀγλαὸν ὕδωρ,
  • κρήνη ὑπὸ σπείους· περὶ δʼ αἴγειροι πεφύασιν.
  • ἔνθα κατεπλέομεν, καί τις θεὸς ἡγεμόνευεν
  • νύκτα διʼ ὀρφναίην, οὐδὲ προυφαίνετʼ ἰδέσθαι·
  • ἀὴρ γὰρ περὶ νηυσὶ βαθεῖʼ ἦν, οὐδὲ σελήνη
  • οὐρανόθεν προύφαινε, κατείχετο δὲ νεφέεσσιν.
  • ἔνθʼ οὔ τις τὴν νῆσον ἐσέδρακεν ὀφθαλμοῖσιν,
  • οὔτʼ οὖν κύματα μακρὰ κυλινδόμενα προτὶ χέρσον
  • εἰσίδομεν, πρὶν νῆας ἐυσσέλμους ἐπικέλσαι.
  • κελσάσῃσι δὲ νηυσὶ καθείλομεν ἱστία πάντα,
  • ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης·
  • ἔνθα δʼ ἀποβρίξαντες ἐμείναμεν Ἠῶ δῖαν.
  • ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  • νῆσον θαυμάζοντες ἐδινεόμεσθα κατʼ αὐτήν.
  • ὦρσαν δὲ νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο,
  • αἶγας ὀρεσκῴους, ἵνα δειπνήσειαν ἑταῖροι.
  • αὐτίκα καμπύλα τόξα καὶ αἰγανέας δολιχαύλους
  • εἱλόμεθʼ ἐκ νηῶν, διὰ δὲ τρίχα κοσμηθέντες
  • βάλλομεν· αἶψα δʼ ἔδωκε θεὸς μενοεικέα θήρην.
  • νῆες μέν μοι ἕποντο δυώδεκα, ἐς δὲ ἑκάστην
  • ἐννέα λάγχανον αἶγες· ἐμοὶ δὲ δέκʼ ἔξελον οἴῳ.
  • ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
  • ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·