Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
  • Δημόδοκος δʼ ἤδη σχεθέτω φόρμιγγα λίγειαν·
  • οὐ γάρ πως πάντεσσι χαριζόμενος τάδʼ ἀείδει.
  • ἐξ οὗ δορπέομέν τε καὶ ὤρορε θεῖος ἀοιδός,
  • ἐκ τοῦ δʼ οὔ πω παύσατʼ ὀιζυροῖο γόοιο
  • ὁ ξεῖνος· μάλα πού μιν ἄχος φρένας ἀμφιβέβηκεν.
  • ἀλλʼ ἄγʼ ὁ μὲν σχεθέτω, ἵνʼ ὁμῶς τερπώμεθα πάντες,
  • ξεινοδόκοι καὶ ξεῖνος, ἐπεὶ πολὺ κάλλιον οὕτως·
  • εἵνεκα γὰρ ξείνοιο τάδʼ αἰδοίοιο τέτυκται,
  • πομπὴ καὶ φίλα δῶρα, τά οἱ δίδομεν φιλέοντες.
  • ἀντὶ κασιγνήτου ξεῖνός θʼ ἱκέτης τε τέτυκται
  • ἀνέρι, ὅς τʼ ὀλίγον περ ἐπιψαύῃ πραπίδεσσι.
  • τῷ νῦν μηδὲ σὺ κεῦθε νοήμασι κερδαλέοισιν
  • ὅττι κέ σʼ εἴρωμαι· φάσθαι δέ σε κάλλιόν ἐστιν.
  • εἴπʼ ὄνομʼ ὅττι σε κεῖθι κάλεον μήτηρ τε πατήρ τε
  • ἄλλοι θʼ οἳ κατὰ ἄστυ καὶ οἳ περιναιετάουσιν.
  • οὐ μὲν γάρ τις πάμπαν ἀνώνυμός ἐστʼ ἀνθρώπων,
  • οὐ κακὸς οὐδὲ μὲν ἐσθλός, ἐπὴν τὰ πρῶτα γένηται,
  • ἀλλʼ ἐπὶ πᾶσι τίθενται, ἐπεί κε τέκωσι, τοκῆες.
  • εἰπὲ δέ μοι γαῖάν τε· τεὴν δῆμόν τε πόλιν τε,
  • ὄφρα σε τῇ πέμπωσι τιτυσκόμεναι φρεσὶ νῆες·
  • οὐ γὰρ Φαιήκεσσι κυβερνητῆρες ἔασιν,
  • οὐδέ τι πηδάλιʼ ἔστι, τά τʼ ἄλλαι νῆες ἔχουσιν·
  • ἀλλʼ αὐταὶ ἴσασι νοήματα καὶ φρένας ἀνδρῶν,
  • καὶ πάντων ἴσασι πόλιας καὶ πίονας ἀγροὺς
  • ἀνθρώπων, καὶ λαῖτμα τάχισθʼ ἁλὸς ἐκπερόωσιν
  • ἠέρι καὶ νεφέλῃ κεκαλυμμέναι· οὐδέ ποτέ σφιν
  • οὔτε τι πημανθῆναι ἔπι δέος οὔτʼ ἀπολέσθαι.
  • ἀλλὰ τόδʼ ὥς ποτε πατρὸς ἐγὼν εἰπόντος ἄκουσα
  • Ναυσιθόου, ὃς ἔφασκε Ποσειδάωνʼ ἀγάσασθαι
  • ἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων.
  • φῆ ποτὲ Φαιήκων ἀνδρῶν ἐυεργέα νῆα
  • ἐκ πομπῆς ἀνιοῦσαν ἐν ἠεροειδέι πόντῳ
  • ῥαισέμεναι, μέγα δʼ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν.
  • ὣς ἀγόρευʼ ὁ γέρων· τὰ δέ κεν θεὸς ἢ τελέσειεν
  • ἤ κʼ ἀτέλεστʼ εἴη, ὥς οἱ φίλον ἔπλετο θυμῷ·
  • ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,