Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- ὣς φάθʼ, ὁ δʼ ὁρμηθεὶς θεοῦ ἤρχετο, φαῖνε δʼ ἀοιδήν,
- ἔνθεν ἑλὼν ὡς οἱ μὲν ἐυσσέλμων ἐπὶ νηῶν
- βάντες ἀπέπλειον, πῦρ ἐν κλισίῃσι βαλόντες,
- Ἀργεῖοι, τοὶ δʼ ἤδη ἀγακλυτὸν ἀμφʼ Ὀδυσῆα
- ἥατʼ ἐνὶ Τρώων ἀγορῇ κεκαλυμμένοι ἵππῳ·
- αὐτοὶ γάρ μιν Τρῶες ἐς ἀκρόπολιν ἐρύσαντο.
- ὣς ὁ μὲν ἑστήκει, τοὶ δʼ ἄκριτα πόλλʼ ἀγόρευον
- ἥμενοι ἀμφʼ αὐτόν· τρίχα δέ σφισιν ἥνδανε βουλή,
- ἠὲ διαπλῆξαι κοῖλον δόρυ νηλέι χαλκῷ,
- ἢ κατὰ πετράων βαλέειν ἐρύσαντας ἐπʼ ἄκρης,
- ἢ ἐάαν μέγʼ ἄγαλμα θεῶν θελκτήριον εἶναι,
- τῇ περ δὴ καὶ ἔπειτα τελευτήσεσθαι ἔμελλεν·
- αἶσα γὰρ ἦν ἀπολέσθαι, ἐπὴν πόλις ἀμφικαλύψῃ
- δουράτεον μέγαν ἵππον, ὅθʼ ἥατο πάντες ἄριστοι
- Ἀργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες.
- ἤειδεν δʼ ὡς ἄστυ διέπραθον υἷες Ἀχαιῶν
- ἱππόθεν ἐκχύμενοι, κοῖλον λόχον ἐκπρολιπόντες.
- ἄλλον δʼ ἄλλῃ ἄειδε πόλιν κεραϊζέμεν αἰπήν,
- αὐτὰρ Ὀδυσσῆα προτὶ δώματα Δηιφόβοιο
- βήμεναι, ἠύτʼ Ἄρηα σὺν ἀντιθέῳ Μενελάῳ.
- κεῖθι δὴ αἰνότατον πόλεμον φάτο τολμήσαντα
- νικῆσαι καὶ ἔπειτα διὰ μεγάθυμον Ἀθήνην.
- ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς
- τήκετο, δάκρυ δʼ ἔδευεν ὑπὸ βλεφάροισι παρειάς.
- ὡς δὲ γυνὴ κλαίῃσι φίλον πόσιν ἀμφιπεσοῦσα,
- ὅς τε ἑῆς πρόσθεν πόλιος λαῶν τε πέσῃσιν,
- ἄστεϊ καὶ τεκέεσσιν ἀμύνων νηλεὲς ἦμαρ·
- ἡ μὲν τὸν θνήσκοντα καὶ ἀσπαίροντα ἰδοῦσα
- ἀμφʼ αὐτῷ χυμένη λίγα κωκύει· οἱ δέ τʼ ὄπισθε
- κόπτοντες δούρεσσι μετάφρενον ἠδὲ καὶ ὤμους
- εἴρερον εἰσανάγουσι, πόνον τʼ ἐχέμεν καὶ ὀιζύν·
- τῆς δʼ ἐλεεινοτάτῳ ἄχεϊ φθινύθουσι παρειαί·
- ὣς Ὀδυσεὺς ἐλεεινὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβεν.
- ἔνθʼ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων,
- Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατʼ ἠδʼ ἐνόησεν,
- ἥμενος ἄγχʼ αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.
- αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·