Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- αἰεὶ ἤματα πάντα· σὺ γάρ μʼ ἐβιώσαο, κούρη.
- ἦ ῥα καὶ ἐς θρόνον ἷζε παρʼ Ἀλκίνοον βασιλῆα·
- οἱ δʼ ἤδη μοίρας τʼ ἔνεμον κερόωντό τε οἶνον.
- κῆρυξ δʼ ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν,
- Δημόδοκον λαοῖσι τετιμένον· εἷσε δʼ ἄρʼ αὐτὸν
- μέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας.
- δὴ τότε κήρυκα προσέφη πολύμητις Ὀδυσσεύς,
- νώτου ἀποπροταμών, ἐπὶ δὲ πλεῖον ἐλέλειπτο,
- ἀργιόδοντος ὑός, θαλερὴ δʼ ἦν ἀμφὶς ἀλοιφή·
- κῆρυξ, τῆ δή, τοῦτο πόρε κρέας, ὄφρα φάγῃσιν,
- Δημοδόκῳ· καί μιν προσπτύξομαι ἀχνύμενός περ·
- πᾶσι γὰρ ἀνθρώποισιν ἐπιχθονίοισιν ἀοιδοὶ
- τιμῆς ἔμμοροί εἰσι καὶ αἰδοῦς, οὕνεκʼ ἄρα σφέας
- οἴμας μοῦσʼ ἐδίδαξε, φίλησε δὲ φῦλον ἀοιδῶν.
- ὣς ἄρʼ ἔφη, κῆρυξ δὲ φέρων ἐν χερσὶν ἔθηκεν
- ἥρῳ Δημοδόκῳ· ὁ δʼ ἐδέξατο, χαῖρε δὲ θυμῷ.
- οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
- αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
- δὴ τότε Δημόδοκον προσέφη πολύμητις Ὀδυσσεύς·
- Δημόδοκʼ, ἔξοχα δή σε βροτῶν αἰνίζομʼ ἁπάντων.
- ἢ σέ γε μοῦσʼ ἐδίδαξε, Διὸς πάϊς, ἢ σέ γʼ Ἀπόλλων·
- λίην γὰρ κατὰ κόσμον Ἀχαιῶν οἶτον ἀείδεις,
- ὅσσʼ ἔρξαν τʼ ἔπαθόν τε καὶ ὅσσʼ ἐμόγησαν Ἀχαιοί,
- ὥς τέ που ἢ αὐτὸς παρεὼν ἢ ἄλλου ἀκούσας.
- ἀλλʼ ἄγε δὴ μετάβηθι καὶ ἵππου κόσμον ἄεισον
- δουρατέου, τὸν Ἐπειὸς ἐποίησεν σὺν Ἀθήνῃ,
- ὅν ποτʼ ἐς ἀκρόπολιν δόλον ἤγαγε δῖος Ὀδυσσεὺς
- ἀνδρῶν ἐμπλήσας οἵ ῥʼ Ἴλιον ἐξαλάπαξαν.
- αἴ κεν δή μοι ταῦτα κατὰ μοῖραν καταλέξῃς,
- αὐτίκʼ ἐγὼ πᾶσιν μυθήσομαι ἀνθρώποισιν,