Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- τόφρα δʼ ἄρʼ Ἀρήτη ξείνῳ περικαλλέα χηλὸν
- ἐξέφερεν θαλάμοιο, τίθει δʼ ἐνὶ κάλλιμα δῶρα,
- ἐσθῆτα χρυσόν τε, τά οἱ Φαίηκες ἔδωκαν·
- ἐν δʼ αὐτὴ φᾶρος θῆκεν καλόν τε χιτῶνα,
- καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
- αὐτὸς νῦν ἴδε πῶμα, θοῶς δʼ ἐπὶ δεσμὸν ἴηλον,
- μή τίς τοι καθʼ ὁδὸν δηλήσεται, ὁππότʼ ἂν αὖτε
- εὕδῃσθα γλυκὺν ὕπνον ἰὼν ἐν νηὶ μελαίνῃ.
- αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε πολύτλας δῖος Ὀδυσσεύς,
- αὐτίκʼ ἐπήρτυε πῶμα, θοῶς δʼ ἐπὶ δεσμὸν ἴηλεν
- ποικίλον, ὅν ποτέ μιν δέδαε φρεσὶ πότνια Κίρκη·
- αὐτόδιον δʼ ἄρα μιν ταμίη λούσασθαι ἀνώγει
- ἔς ῥʼ ἀσάμινθον βάνθʼ· ὁ δʼ ἄρ ἀσπασίως ἴδε θυμῷ
- θερμὰ λοέτρʼ, ἐπεὶ οὔ τι κομιζόμενός γε θάμιζεν,
- ἐπεὶ δὴ λίπε δῶμα Καλυψοῦς ἠυκόμοιο.
- τόφρα δέ οἱ κομιδή γε θεῷ ὣς ἔμπεδος ἦεν.
- τὸν δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
- ἀμφὶ δέ μιν χλαῖναν καλὴν βάλον ἠδὲ χιτῶνα,
- ἔκ ῥʼ ἀσαμίνθου βὰς ἄνδρας μέτα οἰνοποτῆρας
- ἤιε· Ναυσικάα δὲ θεῶν ἄπο κάλλος ἔχουσα
- στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
- θαύμαζεν δʼ Ὀδυσῆα ἐν ὀφθαλμοῖσιν ὁρῶσα,
- καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
- χαῖρε, ξεῖνʼ, ἵνα καί ποτʼ ἐὼν ἐν πατρίδι γαίῃ
- μνήσῃ ἐμεῦ, ὅτι μοι πρώτῃ ζωάγριʼ ὀφέλλεις.
- τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς.
- Ναυσικάα θύγατερ μεγαλήτορος Ἀλκινόοιο,
- οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης,
- οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι·
- τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην