Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἔν δʼ ἄρʼ ὕδωρ ἔχεαν, ὑπὸ δὲ ξύλα δαῖον ἑλοῦσαι.
  2. γάστρην μὲν τρίποδος πῦρ ἄμφεπε, θέρμετο δʼ ὕδωρ·
  3. τόφρα δʼ ἄρʼ Ἀρήτη ξείνῳ περικαλλέα χηλὸν
  4. ἐξέφερεν θαλάμοιο, τίθει δʼ ἐνὶ κάλλιμα δῶρα,
  5. ἐσθῆτα χρυσόν τε, τά οἱ Φαίηκες ἔδωκαν·
  6. ἐν δʼ αὐτὴ φᾶρος θῆκεν καλόν τε χιτῶνα,
  7. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·