Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. δαιτί τε τέρπηται καὶ ἀοιδῆς ὕμνον ἀκούων.
  2. καί οἱ ἐγὼ τόδʼ ἄλεισον ἐμὸν περικαλλὲς ὀπάσσω,
  3. χρύσεον, ὄφρʼ ἐμέθεν μεμνημένος ἤματα πάντα
  4. σπένδῃ ἐνὶ μεγάρῳ Διί τʼ ἄλλοισίν τε θεοῖσιν.
  5. ὣς ἔφατʼ, Ἀρήτη δὲ μετὰ δμῳῇσιν ἔειπεν
  6. ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν ὅττι τάχιστα.
  7. αἱ δὲ λοετροχόον τρίποδʼ ἵστασαν ἐν πυρὶ κηλέῳ,