Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αἰσυμνῆται δὲ κριτοὶ ἐννέα πάντες ἀνέσταν
  2. δήμιοι, οἳ κατʼ ἀγῶνας ἐὺ πρήσσεσκον ἕκαστα,
  3. λείηναν δὲ χορόν, καλὸν δʼ εὔρυναν ἀγῶνα.
  4. κῆρυξ δʼ ἐγγύθεν ἦλθε φέρων φόρμιγγα λίγειαν
  5. Δημοδόκῳ· ὁ δʼ ἔπειτα κίʼ ἐς μέσον· ἀμφὶ δὲ κοῦροι
  6. πρωθῆβαι ἵσταντο, δαήμονες ὀρχηθμοῖο,
  7. πέπληγον δὲ χορὸν θεῖον ποσίν. αὐτὰρ Ὀδυσσεὺς