Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. παίσατε, ὥς χʼ ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν
  2. οἴκαδε νοστήσας, ὅσσον περιγιγνόμεθʼ ἄλλων
  3. ναυτιλίῃ καὶ ποσσὶ καὶ ὀρχηστυῖ καὶ ἀοιδῇ.
  4. Δημοδόκῳ δέ τις αἶψα κιὼν φόρμιγγα λίγειαν
  5. οἰσέτω, ἥ που κεῖται ἐν ἡμετέροισι δόμοισιν.
  6. ὣς ἔφατʼ Ἀλκίνοος θεοείκελος, ὦρτο δὲ κῆρυξ
  7. οἴσων φόρμιγγα γλαφυρὴν δόμου ἐκ βασιλῆος.