Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες οὐδὲ παλαισταί,
  2. ἀλλὰ ποσὶ κραιπνῶς θέομεν καὶ νηυσὶν ἄριστοι,
  3. αἰεὶ δʼ ἡμῖν δαίς τε φίλη κίθαρις τε χοροί τε
  4. εἵματά τʼ ἐξημοιβὰ λοετρά τε θερμὰ καὶ εὐναί.
  5. ἀλλʼ ἄγε, Φαιήκων βητάρμονες ὅσσοι ἄριστοι,
  6. παίσατε, ὥς χʼ ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν
  7. οἴκαδε νοστήσας, ὅσσον περιγιγνόμεθʼ ἄλλων
  8. ναυτιλίῃ καὶ ποσσὶ καὶ ὀρχηστυῖ καὶ ἀοιδῇ.
  9. Δημοδόκῳ δέ τις αἶψα κιὼν φόρμιγγα λίγειαν
  10. οἰσέτω, ἥ που κεῖται ἐν ἡμετέροισι δόμοισιν.
  11. ὣς ἔφατʼ Ἀλκίνοος θεοείκελος, ὦρτο δὲ κῆρυξ
  12. οἴσων φόρμιγγα γλαφυρὴν δόμου ἐκ βασιλῆος.
  13. αἰσυμνῆται δὲ κριτοὶ ἐννέα πάντες ἀνέσταν
  14. δήμιοι, οἳ κατʼ ἀγῶνας ἐὺ πρήσσεσκον ἕκαστα,
  15. λείηναν δὲ χορόν, καλὸν δʼ εὔρυναν ἀγῶνα.
  16. κῆρυξ δʼ ἐγγύθεν ἦλθε φέρων φόρμιγγα λίγειαν
  17. Δημοδόκῳ· ὁ δʼ ἔπειτα κίʼ ἐς μέσον· ἀμφὶ δὲ κοῦροι
  18. πρωθῆβαι ἵσταντο, δαήμονες ὀρχηθμοῖο,
  19. πέπληγον δὲ χορὸν θεῖον ποσίν. αὐτὰρ Ὀδυσσεὺς
  20. μαρμαρυγὰς θηεῖτο ποδῶν, θαύμαζε δὲ θυμῷ.
  21. αὐτὰρ ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν
  22. ἀμφʼ Ἄρεος φιλότητος εὐστεφάνου τʼ Ἀφροδίτης,
  23. ὡς τὰ πρῶτα μίγησαν ἐν Ἡφαίστοιο δόμοισι
  24. λάθρῃ, πολλὰ δʼ ἔδωκε, λέχος δʼ ᾔσχυνε καὶ εὐνὴν
  25. Ἡφαίστοιο ἄνακτος. ἄφαρ δέ οἱ ἄγγελος ἦλθεν
  26. Ἥλιος, ὅ σφʼ ἐνόησε μιγαζομένους φιλότητι.
  27. Ἥφαιστος δʼ ὡς οὖν θυμαλγέα μῦθον ἄκουσε,
  28. βῆ ῥʼ ἴμεν ἐς χαλκεῶνα κακὰ φρεσὶ βυσσοδομεύων,
  29. ἐν δʼ ἔθετʼ ἀκμοθέτῳ μέγαν ἄκμονα, κόπτε δὲ δεσμοὺς
  30. ἀρρήκτους ἀλύτους, ὄφρʼ ἔμπεδον αὖθι μένοιεν.
  31. αὐτὰρ ἐπεὶ δὴ τεῦξε δόλον κεχολωμένος Ἄρει,
  32. βῆ ῥʼ ἴμεν ἐς θάλαμον, ὅθι οἱ φίλα δέμνιʼ ἔκειτο,
  33. ἀμφὶ δʼ ἄρʼ ἑρμῖσιν χέε δέσματα κύκλῳ ἁπάντῃ·
  34. πολλὰ δὲ καὶ καθύπερθε μελαθρόφιν ἐξεκέχυντο,
  35. ἠύτʼ ἀράχνια λεπτά, τά γʼ οὔ κέ τις οὐδὲ ἴδοιτο,
  36. οὐδὲ θεῶν μακάρων· πέρι γὰρ δολόεντα τέτυκτο.
  37. αὐτὰρ ἐπεὶ δὴ πάντα δόλον περὶ δέμνια χεῦεν,
  38. εἴσατʼ ἴμεν ἐς Λῆμνον, ἐυκτίμενον πτολίεθρον,
  39. ἥ οἱ γαιάων πολὺ φιλτάτη ἐστὶν ἁπασέων.
  40. οὐδʼ ἀλαοσκοπιὴν εἶχε χρυσήνιος Ἄρης,
  41. ὡς ἴδεν Ἥφαιστον κλυτοτέχνην νόσφι κιόντα·
  42. βῆ δʼ ἰέναι πρὸς δῶμα περικλυτοῦ Ἡφαίστοιο
  43. ἰσχανόων φιλότητος ἐυστεφάνου Κυθερείης.
  44. ἡ δὲ νέον παρὰ πατρὸς ἐρισθενέος Κρονίωνος
  45. ἐρχομένη κατʼ ἄρʼ ἕζεθʼ· ὁ δʼ εἴσω δώματος ᾔει,
  46. ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  47. δεῦρο, φίλη, λέκτρονδε τραπείομεν εὐνηθέντες·
  48. οὐ γὰρ ἔθʼ Ἥφαιστος μεταδήμιος, ἀλλά που ἤδη
  49. οἴχεται ἐς Λῆμνον μετὰ Σίντιας ἀγριοφώνους.
  50. ὣς φάτο, τῇ δʼ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.
  51. τὼ δʼ ἐς δέμνια βάντε κατέδραθον· ἀμφὶ δὲ δεσμοὶ
  52. τεχνήεντες ἔχυντο πολύφρονος Ἡφαίστοιο,
  53. οὐδέ τι κινῆσαι μελέων ἦν οὐδʼ ἀναεῖραι.
  54. καὶ τότε δὴ γίγνωσκον, ὅ τʼ οὐκέτι φυκτὰ πέλοντο.
  55. ἀγχίμολον δέ σφʼ ἦλθε περικλυτὸς ἀμφιγυήεις,
  56. αὖτις ὑποστρέψας πρὶν Λήμνου γαῖαν ἱκέσθαι·
  57. Ἠέλιος γάρ οἱ σκοπιὴν ἔχεν εἶπέ τε μῦθον.
  58. βῆ δʼ ἴμεναι πρὸς δῶμα φίλον τετιημένος ἦτορ·
  59. ἔστη δʼ ἐν προθύροισι, χόλος δέ μιν ἄγριος ᾕρει·
  60. σμερδαλέον δʼ ἐβόησε, γέγωνέ τε πᾶσι θεοῖσιν·
  61. Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,
  62. δεῦθʼ, ἵνα ἔργα γελαστὰ καὶ οὐκ ἐπιεικτὰ ἴδησθε,
  63. ὡς ἐμὲ χωλὸν ἐόντα Διὸς θυγάτηρ Ἀφροδίτη
  64. αἰὲν ἀτιμάζει, φιλέει δʼ ἀίδηλον Ἄρηα,
  65. οὕνεχʼ ὁ μὲν καλός τε καὶ ἀρτίπος, αὐτὰρ ἐγώ γε
  66. ἠπεδανὸς γενόμην. ἀτὰρ οὔ τί μοι αἴτιος ἄλλος,
  67. ἀλλὰ τοκῆε δύω, τὼ μὴ γείνασθαι ὄφελλον.
  68. ἀλλʼ ὄψεσθʼ, ἵνα τώ γε καθεύδετον ἐν φιλότητι
  69. εἰς ἐμὰ δέμνια βάντες, ἐγὼ δʼ ὁρόων ἀκάχημαι.
  70. οὐ μέν σφεας ἔτʼ ἔολπα μίνυνθά γε κειέμεν οὕτως
  71. καὶ μάλα περ φιλέοντε· τάχʼ οὐκ ἐθελήσετον ἄμφω
  72. εὕδειν· ἀλλά σφωε δόλος καὶ δεσμὸς ἐρύξει,
  73. εἰς ὅ κέ μοι μάλα πάντα πατὴρ ἀποδῷσιν ἔεδνα,
  74. ὅσσα οἱ ἐγγυάλιξα κυνώπιδος εἵνεκα κούρης,
  75. οὕνεκά οἱ καλὴ θυγάτηρ, ἀτὰρ οὐκ ἐχέθυμος.
  76. ὣς ἔφαθʼ, οἱ δʼ ἀγέροντο θεοὶ ποτὶ χαλκοβατὲς δῶ·
  77. ἦλθε Ποσειδάων γαιήοχος, ἦλθʼ ἐριούνης
  78. Ἑρμείας, ἦλθεν δὲ ἄναξ ἑκάεργος Ἀπόλλων.
  79. θηλύτεραι δὲ θεαὶ μένον αἰδοῖ οἴκοι ἑκάστη.
  80. ἔσταν δʼ ἐν προθύροισι θεοί, δωτῆρες ἑάων·
  81. ἄσβεστος δʼ ἄρʼ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσι
  82. τέχνας εἰσορόωσι πολύφρονος Ἡφαίστοιο.
  83. ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
  84. οὐκ ἀρετᾷ κακὰ ἔργα· κιχάνει τοι βραδὺς ὠκύν,
  85. ὡς καὶ νῦν Ἥφαιστος ἐὼν βραδὺς εἷλεν Ἄρηα
  86. ὠκύτατόν περ ἐόντα θεῶν οἳ Ὄλυμπον ἔχουσιν,
  87. χωλὸς ἐὼν τέχνῃσι· τὸ καὶ μοιχάγριʼ ὀφέλλει.
  88. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
  89. Ἑρμῆν δὲ προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
  90. Ἑρμεία, Διὸς υἱέ, διάκτορε, δῶτορ ἑάων,
  91. ἦ ῥά κεν ἐν δεσμοῖς ἐθέλοις κρατεροῖσι πιεσθεὶς
  92. εὕδειν ἐν λέκτροισι παρὰ χρυσέῃ Ἀφροδίτῃ;
  93. τὸν δʼ ἠμείβετʼ ἔπειτα διάκτορος ἀργεϊφόντης·
  94. αἲ γὰρ τοῦτο γένοιτο, ἄναξ ἑκατηβόλʼ Ἄπολλον·
  95. δεσμοὶ μὲν τρὶς τόσσοι ἀπείρονες ἀμφὶς ἔχοιεν,
  96. ὑμεῖς δʼ εἰσορόῳτε θεοὶ πᾶσαί τε θέαιναι,
  97. αὐτὰρ ἐγὼν εὕδοιμι παρὰ χρυσέῃ Ἀφροδίτῃ.
  98. ὣς ἔφατʼ, ἐν δὲ γέλως ὦρτʼ ἀθανάτοισι θεοῖσιν.
  99. οὐδὲ Ποσειδάωνα γέλως ἔχε, λίσσετο δʼ αἰεὶ
  100. Ἥφαιστον κλυτοεργὸν ὅπως λύσειεν Ἄρηα.
  101. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  102. λῦσον· ἐγὼ δέ τοι αὐτὸν ὑπίσχομαι, ὡς σὺ κελεύεις,
  103. τίσειν αἴσιμα πάντα μετʼ ἀθανάτοισι θεοῖσιν.
  104. τὸν δʼ αὖτε προσέειπε περικλυτὸς ἀμφιγυήεις·
  105. μή με, Ποσείδαον γαιήοχε, ταῦτα κέλευε·
  106. δειλαί τοι δειλῶν γε καὶ ἐγγύαι ἐγγυάασθαι.
  107. πῶς ἂν ἐγώ σε δέοιμι μετʼ ἀθανάτοισι θεοῖσιν,
  108. εἴ κεν Ἄρης οἴχοιτο χρέος καὶ δεσμὸν ἀλύξας;
  109. τὸν δʼ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων·
  110. Ἥφαιστʼ, εἴ περ γάρ κεν Ἄρης χρεῖος ὑπαλύξας
  111. οἴχηται φεύγων, αὐτός τοι ἐγὼ τάδε τίσω.
  112. τὸν δʼ ἠμείβετʼ ἔπειτα περικλυτὸς ἀμφιγυήεις·
  113. οὐκ ἔστʼ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι.
  114. ὣς εἰπὼν δεσμὸν ἀνίει μένος Ἡφαίστοιο.
  115. τὼ δʼ ἐπεὶ ἐκ δεσμοῖο λύθεν, κρατεροῦ περ ἐόντος,
  116. αὐτίκʼ ἀναΐξαντε ὁ μὲν Θρῄκηνδε βεβήκει,
  117. ἡ δʼ ἄρα Κύπρον ἵκανε φιλομμειδὴς Ἀφροδίτη,
  118. ἐς Πάφον· ἔνθα δέ οἱ τέμενος βωμός τε θυήεις.
  119. ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ
  120. ἀμβρότῳ, οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας,
  121. ἀμφὶ δὲ εἵματα ἕσσαν ἐπήρατα, θαῦμα ἰδέσθαι.
  122. ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς
  123. τέρπετʼ ἐνὶ φρεσὶν ᾗσιν ἀκούων ἠδὲ καὶ ἄλλοι
  124. Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες.
  125. Ἀλκίνοος δʼ Ἅλιον καὶ Λαοδάμαντα κέλευσεν
  126. μουνὰξ ὀρχήσασθαι, ἐπεί σφισιν οὔ τις ἔριζεν.
  127. οἱ δʼ ἐπεὶ οὖν σφαῖραν καλὴν μετὰ χερσὶν ἕλοντο,
  128. πορφυρέην, τήν σφιν Πόλυβος ποίησε δαΐφρων,
  129. τὴν ἕτερος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα
  130. ἰδνωθεὶς ὀπίσω, ὁ δʼ ἀπὸ χθονὸς ὑψόσʼ ἀερθεὶς
  131. ῥηιδίως μεθέλεσκε, πάρος ποσὶν οὖδας ἱκέσθαι.
  132. αὐτὰρ ἐπεὶ δὴ σφαίρῃ ἀνʼ ἰθὺν πειρήσαντο,
  133. ὠρχείσθην δὴ ἔπειτα ποτὶ χθονὶ πουλυβοτείρῃ
  134. ταρφέʼ ἀμειβομένω· κοῦροι δʼ ἐπελήκεον ἄλλοι
  135. ἑστεῶτες κατʼ ἀγῶνα, πολὺς δʼ ὑπὸ κόμπος ὀρώρει.
  136. δὴ τότʼ ἄρʼ Ἀλκίνοον προσεφώνεε δῖος Ὀδυσσεύς·
  137. Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
  138. ἠμὲν ἀπείλησας βητάρμονας εἶναι ἀρίστους,
  139. ἠδʼ ἄρʼ ἑτοῖμα τέτυκτο· σέβας μʼ ἔχει εἰσορόωντα.
  140. ὣς φάτο, γήθησεν δʼ ἱερὸν μένος Ἀλκινόοιο,
  141. αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·
  142. κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες.
  143. ὁ ξεῖνος μάλα μοι δοκέει πεπνυμένος εἶναι.
  144. ἀλλʼ ἄγε οἱ δῶμεν ξεινήιον, ὡς ἐπιεικές.
  145. δώδεκα γὰρ κατὰ δῆμον ἀριπρεπέες βασιλῆες
  146. ἀρχοὶ κραίνουσι, τρισκαιδέκατος δʼ ἐγὼ αὐτός·
  147. τῶν οἱ ἕκαστος φᾶρος ἐυπλυνὲς ἠδὲ χιτῶνα
  148. καὶ χρυσοῖο τάλαντον ἐνείκατε τιμήεντος.
  149. αἶψα δὲ πάντα φέρωμεν ἀολλέα, ὄφρʼ ἐνὶ χερσὶν
  150. ξεῖνος ἔχων ἐπὶ δόρπον ἴῃ χαίρων ἐνὶ θυμῷ.
  151. Εὐρύαλος δέ ἑ αὐτὸν ἀρεσσάσθω ἐπέεσσι
  152. καὶ δώρῳ, ἐπεὶ οὔ τι ἔπος κατὰ μοῖραν ἔειπεν.
  153. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον,
  154. δῶρα δʼ ἄρʼ οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος.
  155. τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε·
  156. Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
  157. τοιγὰρ ἐγὼ τὸν ξεῖνον ἀρέσσομαι, ὡς σὺ κελεύεις.
  158. δώσω οἱ τόδʼ ἄορ παγχάλκεον, ᾧ ἔπι κώπη
  159. ἀργυρέη, κολεὸν δὲ νεοπρίστου ἐλέφαντος
  160. ἀμφιδεδίνηται· πολέος δέ οἱ ἄξιον ἔσται.
  161. ὣς εἰπὼν ἐν χερσὶ τίθει ξίφος ἀργυρόηλον
  162. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  163. χαῖρε, πάτερ ὦ ξεῖνε· ἔπος δʼ εἴ πέρ τι βέβακται
  164. δεινόν, ἄφαρ τὸ φέροιεν ἀναρπάξασαι ἄελλαι.
  165. σοὶ δὲ θεοὶ ἄλοχόν τʼ ἰδέειν καὶ πατρίδʼ ἱκέσθαι
  166. δοῖεν, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχεις.
  167. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  168. καὶ σὺ φίλος μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.
  169. μηδέ τι τοι ξίφεός γε ποθὴ μετόπισθε γένοιτο
  170. τούτου, ὃ δή μοι δῶκας ἀρεσσάμενος ἐπέεσσιν.
  171. ἦ ῥα καὶ ἀμφʼ ὤμοισι θέτο ξίφος ἀργυρόηλον.
  172. δύσετό τʼ ἠέλιος, καὶ τῷ κλυτὰ δῶρα παρῆεν.
  173. καὶ τά γʼ ἐς Ἀλκινόοιο φέρον κήρυκες ἀγαυοί·
  174. δεξάμενοι δʼ ἄρα παῖδες ἀμύμονος Ἀλκινόοιο
  175. μητρὶ παρʼ αἰδοίῃ ἔθεσαν περικαλλέα δῶρα.
  176. τοῖσιν δʼ ἡγεμόνευʼ ἱερὸν μένος Ἀλκινόοιο,
  177. ἐλθόντες δὲ καθῖζον ἐν ὑψηλοῖσι θρόνοισι.
  178. δή ῥα τότʼ Ἀρήτην προσέφη μένος Ἀλκινόοιο·
  179. δεῦρο, γύναι, φέρε χηλὸν ἀριπρεπέʼ, ἥ τις ἀρίστη·
  180. ἐν δʼ αὐτὴ θὲς φᾶρος ἐυπλυνὲς ἠδὲ χιτῶνα.
  181. ἀμφὶ δέ οἱ πυρὶ χαλκὸν ἰήνατε, θέρμετε δʼ ὕδωρ,
  182. ὄφρα λοεσσάμενός τε ἰδών τʼ ἐὺ κείμενα πάντα
  183. δῶρα, τά οἱ Φαίηκες ἀμύμονες ἐνθάδʼ ἔνεικαν,
  184. δαιτί τε τέρπηται καὶ ἀοιδῆς ὕμνον ἀκούων.
  185. καί οἱ ἐγὼ τόδʼ ἄλεισον ἐμὸν περικαλλὲς ὀπάσσω,
  186. χρύσεον, ὄφρʼ ἐμέθεν μεμνημένος ἤματα πάντα
  187. σπένδῃ ἐνὶ μεγάρῳ Διί τʼ ἄλλοισίν τε θεοῖσιν.
  188. ὣς ἔφατʼ, Ἀρήτη δὲ μετὰ δμῳῇσιν ἔειπεν
  189. ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν ὅττι τάχιστα.
  190. αἱ δὲ λοετροχόον τρίποδʼ ἵστασαν ἐν πυρὶ κηλέῳ,
  191. ἔν δʼ ἄρʼ ὕδωρ ἔχεαν, ὑπὸ δὲ ξύλα δαῖον ἑλοῦσαι.
  192. γάστρην μὲν τρίποδος πῦρ ἄμφεπε, θέρμετο δʼ ὕδωρ·
  193. τόφρα δʼ ἄρʼ Ἀρήτη ξείνῳ περικαλλέα χηλὸν
  194. ἐξέφερεν θαλάμοιο, τίθει δʼ ἐνὶ κάλλιμα δῶρα,
  195. ἐσθῆτα χρυσόν τε, τά οἱ Φαίηκες ἔδωκαν·
  196. ἐν δʼ αὐτὴ φᾶρος θῆκεν καλόν τε χιτῶνα,
  197. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  198. αὐτὸς νῦν ἴδε πῶμα, θοῶς δʼ ἐπὶ δεσμὸν ἴηλον,
  199. μή τίς τοι καθʼ ὁδὸν δηλήσεται, ὁππότʼ ἂν αὖτε
  200. εὕδῃσθα γλυκὺν ὕπνον ἰὼν ἐν νηὶ μελαίνῃ.
  201. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε πολύτλας δῖος Ὀδυσσεύς,
  202. αὐτίκʼ ἐπήρτυε πῶμα, θοῶς δʼ ἐπὶ δεσμὸν ἴηλεν
  203. ποικίλον, ὅν ποτέ μιν δέδαε φρεσὶ πότνια Κίρκη·
  204. αὐτόδιον δʼ ἄρα μιν ταμίη λούσασθαι ἀνώγει
  205. ἔς ῥʼ ἀσάμινθον βάνθʼ· ὁ δʼ ἄρ ἀσπασίως ἴδε θυμῷ
  206. θερμὰ λοέτρʼ, ἐπεὶ οὔ τι κομιζόμενός γε θάμιζεν,
  207. ἐπεὶ δὴ λίπε δῶμα Καλυψοῦς ἠυκόμοιο.
  208. τόφρα δέ οἱ κομιδή γε θεῷ ὣς ἔμπεδος ἦεν.
  209. τὸν δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
  210. ἀμφὶ δέ μιν χλαῖναν καλὴν βάλον ἠδὲ χιτῶνα,
  211. ἔκ ῥʼ ἀσαμίνθου βὰς ἄνδρας μέτα οἰνοποτῆρας
  212. ἤιε· Ναυσικάα δὲ θεῶν ἄπο κάλλος ἔχουσα
  213. στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
  214. θαύμαζεν δʼ Ὀδυσῆα ἐν ὀφθαλμοῖσιν ὁρῶσα,
  215. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  216. χαῖρε, ξεῖνʼ, ἵνα καί ποτʼ ἐὼν ἐν πατρίδι γαίῃ
  217. μνήσῃ ἐμεῦ, ὅτι μοι πρώτῃ ζωάγριʼ ὀφέλλεις.
  218. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς.
  219. Ναυσικάα θύγατερ μεγαλήτορος Ἀλκινόοιο,
  220. οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης,
  221. οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι·
  222. τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην
  223. αἰεὶ ἤματα πάντα· σὺ γάρ μʼ ἐβιώσαο, κούρη.
  224. ἦ ῥα καὶ ἐς θρόνον ἷζε παρʼ Ἀλκίνοον βασιλῆα·
  225. οἱ δʼ ἤδη μοίρας τʼ ἔνεμον κερόωντό τε οἶνον.
  226. κῆρυξ δʼ ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν,
  227. Δημόδοκον λαοῖσι τετιμένον· εἷσε δʼ ἄρʼ αὐτὸν
  228. μέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας.
  229. δὴ τότε κήρυκα προσέφη πολύμητις Ὀδυσσεύς,
  230. νώτου ἀποπροταμών, ἐπὶ δὲ πλεῖον ἐλέλειπτο,
  231. ἀργιόδοντος ὑός, θαλερὴ δʼ ἦν ἀμφὶς ἀλοιφή·
  232. κῆρυξ, τῆ δή, τοῦτο πόρε κρέας, ὄφρα φάγῃσιν,
  233. Δημοδόκῳ· καί μιν προσπτύξομαι ἀχνύμενός περ·
  234. πᾶσι γὰρ ἀνθρώποισιν ἐπιχθονίοισιν ἀοιδοὶ
  235. τιμῆς ἔμμοροί εἰσι καὶ αἰδοῦς, οὕνεκʼ ἄρα σφέας
  236. οἴμας μοῦσʼ ἐδίδαξε, φίλησε δὲ φῦλον ἀοιδῶν.
  237. ὣς ἄρʼ ἔφη, κῆρυξ δὲ φέρων ἐν χερσὶν ἔθηκεν
  238. ἥρῳ Δημοδόκῳ· ὁ δʼ ἐδέξατο, χαῖρε δὲ θυμῷ.
  239. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
  240. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  241. δὴ τότε Δημόδοκον προσέφη πολύμητις Ὀδυσσεύς·
  242. Δημόδοκʼ, ἔξοχα δή σε βροτῶν αἰνίζομʼ ἁπάντων.
  243. ἢ σέ γε μοῦσʼ ἐδίδαξε, Διὸς πάϊς, ἢ σέ γʼ Ἀπόλλων·
  244. λίην γὰρ κατὰ κόσμον Ἀχαιῶν οἶτον ἀείδεις,
  245. ὅσσʼ ἔρξαν τʼ ἔπαθόν τε καὶ ὅσσʼ ἐμόγησαν Ἀχαιοί,
  246. ὥς τέ που ἢ αὐτὸς παρεὼν ἢ ἄλλου ἀκούσας.
  247. ἀλλʼ ἄγε δὴ μετάβηθι καὶ ἵππου κόσμον ἄεισον
  248. δουρατέου, τὸν Ἐπειὸς ἐποίησεν σὺν Ἀθήνῃ,
  249. ὅν ποτʼ ἐς ἀκρόπολιν δόλον ἤγαγε δῖος Ὀδυσσεὺς
  250. ἀνδρῶν ἐμπλήσας οἵ ῥʼ Ἴλιον ἐξαλάπαξαν.
  251. αἴ κεν δή μοι ταῦτα κατὰ μοῖραν καταλέξῃς,
  252. αὐτίκʼ ἐγὼ πᾶσιν μυθήσομαι ἀνθρώποισιν,
  253. ὡς ἄρα τοι πρόφρων θεὸς ὤπασε θέσπιν ἀοιδήν.
  254. ὣς φάθʼ, ὁ δʼ ὁρμηθεὶς θεοῦ ἤρχετο, φαῖνε δʼ ἀοιδήν,
  255. ἔνθεν ἑλὼν ὡς οἱ μὲν ἐυσσέλμων ἐπὶ νηῶν
  256. βάντες ἀπέπλειον, πῦρ ἐν κλισίῃσι βαλόντες,
  257. Ἀργεῖοι, τοὶ δʼ ἤδη ἀγακλυτὸν ἀμφʼ Ὀδυσῆα
  258. ἥατʼ ἐνὶ Τρώων ἀγορῇ κεκαλυμμένοι ἵππῳ·
  259. αὐτοὶ γάρ μιν Τρῶες ἐς ἀκρόπολιν ἐρύσαντο.
  260. ὣς ὁ μὲν ἑστήκει, τοὶ δʼ ἄκριτα πόλλʼ ἀγόρευον
  261. ἥμενοι ἀμφʼ αὐτόν· τρίχα δέ σφισιν ἥνδανε βουλή,
  262. ἠὲ διαπλῆξαι κοῖλον δόρυ νηλέι χαλκῷ,
  263. ἢ κατὰ πετράων βαλέειν ἐρύσαντας ἐπʼ ἄκρης,
  264. ἢ ἐάαν μέγʼ ἄγαλμα θεῶν θελκτήριον εἶναι,
  265. τῇ περ δὴ καὶ ἔπειτα τελευτήσεσθαι ἔμελλεν·
  266. αἶσα γὰρ ἦν ἀπολέσθαι, ἐπὴν πόλις ἀμφικαλύψῃ
  267. δουράτεον μέγαν ἵππον, ὅθʼ ἥατο πάντες ἄριστοι
  268. Ἀργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες.
  269. ἤειδεν δʼ ὡς ἄστυ διέπραθον υἷες Ἀχαιῶν
  270. ἱππόθεν ἐκχύμενοι, κοῖλον λόχον ἐκπρολιπόντες.
  271. ἄλλον δʼ ἄλλῃ ἄειδε πόλιν κεραϊζέμεν αἰπήν,
  272. αὐτὰρ Ὀδυσσῆα προτὶ δώματα Δηιφόβοιο