Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εἴ περ καὶ μάλα πολλὸν ἑκαστέρω ἔστʼ Εὐβοίης,
  2. τήν περ τηλοτάτω φάσʼ ἔμμεναι, οἵ μιν ἴδοντο
  3. λαῶν ἡμετέρων, ὅτε τε ξανθὸν Ῥαδάμανθυν
  4. ἦγον ἐποψόμενον Τιτυὸν Γαιήιον υἱόν.
  5. καὶ μὲν οἱ ἔνθʼ ἦλθον καὶ ἄτερ καμάτοιο τέλεσσαν
  6. ἤματι τῷ αὐτῷ καὶ ἀπήνυσαν οἴκαδʼ ὀπίσσω.
  7. εἰδήσεις δὲ καὶ αὐτὸς ἐνὶ φρεσὶν ὅσσον ἄρισται
  8. νῆες ἐμαὶ καὶ κοῦροι ἀναρρίπτειν ἅλα πηδῷ.
  9. ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
  10. εὐχόμενος δʼ ἄρα εἶπεν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  11. Ζεῦ πάτερ, αἴθʼ ὅσα εἶπε τελευτήσειεν ἅπαντα
  12. Ἀλκίνοος· τοῦ μέν κεν ἐπὶ ζείδωρον ἄρουραν
  13. ἄσβεστον κλέος εἴη, ἐγὼ δέ κε πατρίδʼ ἱκοίμην.
  14. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
  15. κέκλετο δʼ Ἀρήτη λευκώλενος ἀμφιπόλοισιν
  16. δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ
  17. πορφύρεʼ ἐμβαλέειν, στορέσαι τʼ ἐφύπερθε τάπητας
  18. χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.
  19. αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι·
  20. αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι,
  21. ὤτρυνον δʼ Ὀδυσῆα παριστάμεναι ἐπέεσσιν·
  22. ὄρσο κέων, ὦ ξεῖνε· πεποίηται δέ τοι εὐνή.
  23. ὣς φάν, τῷ δʼ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.
  24. ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς
  25. τρητοῖς ἐν λεχέεσσιν ὑπʼ αἰθούσῃ ἐριδούπῳ·
  26. Ἀλκίνοος δʼ ἄρα λέκτο μυχῷ δόμου ὑψηλοῖο,
  27. πὰρ δὲ γυνὴ δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.
  1. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  2. ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆς ἱερὸν μένος Ἀλκινόοιο,
  3. ἂν δʼ ἄρα διογενὴς ὦρτο πτολίπορθος Ὀδυσσεύς.
  4. τοῖσιν δʼ ἡγεμόνευʼ ἱερὸν μένος Ἀλκινόοιο
  5. Φαιήκων ἀγορήνδʼ, ἥ σφιν παρὰ νηυσὶ τέτυκτο.
  6. ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι λίθοισι
  7. πλησίον. ἡ δʼ ἀνὰ ἄστυ μετῴχετο Παλλὰς Ἀθήνη
  8. εἰδομένη κήρυκι δαΐφρονος Ἀλκινόοιο,
  9. νόστον Ὀδυσσῆι μεγαλήτορι μητιόωσα,
  10. καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον·
  11. δεῦτʼ ἄγε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
  12. εἰς ἀγορὴν ἰέναι, ὄφρα ξείνοιο πύθησθε,
  13. ὃς νέον Ἀλκινόοιο δαΐφρονος ἵκετο δῶμα
  14. πόντον ἐπιπλαγχθείς, δέμας ἀθανάτοισιν ὁμοῖος.
  15. ὣς εἰποῦσʼ ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου.
  16. καρπαλίμως δʼ ἔμπληντο βροτῶν ἀγοραί τε καὶ ἕδραι
  17. ἀγρομένων· πολλοὶ δʼ ἄρʼ ἐθηήσαντο ἰδόντες
  18. υἱὸν Λαέρταο δαΐφρονα· τῷ δʼ ἄρʼ Ἀθήνη
  19. θεσπεσίην κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις
  20. καί μιν μακρότερον καὶ πάσσονα θῆκεν ἰδέσθαι,
  21. ὥς κεν Φαιήκεσσι φίλος πάντεσσι γένοιτο
  22. δεινός τʼ αἰδοῖός τε καὶ ἐκτελέσειεν ἀέθλους
  23. πολλούς, τοὺς Φαίηκες ἐπειρήσαντʼ Ὀδυσῆος.
  24. αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο,
  25. τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε·
  26. κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
  27. ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
  28. ξεῖνος ὅδʼ, οὐκ οἶδʼ ὅς τις, ἀλώμενος ἵκετʼ ἐμὸν δῶ,
  29. ἠὲ πρὸς ἠοίων ἦ ἑσπερίων ἀνθρώπων·
  30. πομπὴν δʼ ὀτρύνει, καὶ λίσσεται ἔμπεδον εἶναι.
  31. ἡμεῖς δʼ, ὡς τὸ πάρος περ, ἐποτρυνώμεθα πομπήν.
  32. οὐδὲ γὰρ οὐδέ τις ἄλλος, ὅτις κʼ ἐμὰ δώμαθʼ ἵκηται,
  33. ἐνθάδʼ ὀδυρόμενος δηρὸν μένει εἵνεκα πομπῆς.
  34. ἀλλʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν
  35. πρωτόπλοον, κούρω δὲ δύω καὶ πεντήκοντα
  36. κρινάσθων κατὰ δῆμον, ὅσοι πάρος εἰσὶν ἄριστοι.
  37. δησάμενοι δʼ ἐὺ πάντες ἐπὶ κληῖσιν ἐρετμὰ
  38. ἔκβητʼ· αὐτὰρ ἔπειτα θοὴν ἀλεγύνετε δαῖτα
  39. ἡμέτερόνδʼ ἐλθόντες· ἐγὼ δʼ ἐὺ πᾶσι παρέξω.
  40. κούροισιν μὲν ταῦτʼ ἐπιτέλλομαι· αὐτὰρ οἱ ἄλλοι
  41. σκηπτοῦχοι βασιλῆες ἐμὰ πρὸς δώματα καλὰ
  42. ἔρχεσθʼ, ὄφρα ξεῖνον ἐνὶ μεγάροισι φιλέωμεν,
  43. μηδέ τις ἀρνείσθω. καλέσασθε δὲ θεῖον ἀοιδὸν
  44. Δημόδοκον· τῷ γάρ ῥα θεὸς πέρι δῶκεν ἀοιδὴν
  45. τέρπειν, ὅππῃ θυμὸς ἐποτρύνῃσιν ἀείδειν.
  46. ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο
  47. σκηπτοῦχοι· κῆρυξ δὲ μετῴχετο θεῖον ἀοιδόν.
  48. κούρω δὲ κρινθέντε δύω καὶ πεντήκοντα
  49. βήτην, ὡς ἐκέλευσʼ, ἐπὶ θῖνʼ ἁλὸς ἀτρυγέτοιο.
  50. αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
  51. νῆα μὲν οἵ γε μέλαιναν ἁλὸς βένθοσδε ἔρυσσαν,
  52. ἐν δʼ ἱστόν τʼ ἐτίθεντο καὶ ἱστία νηὶ μελαίνῃ,
  53. ἠρτύναντο δʼ ἐρετμὰ τροποῖς ἐν δερματίνοισι,
  54. πάντα κατὰ μοῖραν, ἀνά θʼ ἱστία λευκὰ πέτασσαν.
  55. ὑψοῦ δʼ ἐν νοτίῳ τήν γʼ ὥρμισαν· αὐτὰρ ἔπειτα
  56. βάν ῥʼ ἴμεν Ἀλκινόοιο δαΐφρονος ἐς μέγα δῶμα.
  57. πλῆντο δʼ ἄρʼ αἴθουσαί τε καὶ ἕρκεα καὶ δόμοι ἀνδρῶν
  58. ἀγρομένων· πολλοὶ δʼ ἄρʼ ἔσαν, νέοι ἠδὲ παλαιοί.
  59. τοῖσιν δʼ Ἀλκίνοος δυοκαίδεκα μῆλʼ ἱέρευσεν,
  60. ὀκτὼ δʼ ἀργιόδοντας ὕας, δύο δʼ εἰλίποδας βοῦς·
  61. τοὺς δέρον ἀμφί θʼ ἕπον, τετύκοντό τε δαῖτʼ ἐρατεινήν.
  62. κῆρυξ δʼ ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν,
  63. τὸν πέρι μοῦσʼ ἐφίλησε, δίδου δʼ ἀγαθόν τε κακόν τε·
  64. ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δʼ ἡδεῖαν ἀοιδήν.
  65. τῷ δʼ ἄρα Ποντόνοος θῆκε θρόνον ἀργυρόηλον
  66. μέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας·
  67. κὰδ δʼ ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν
  68. αὐτοῦ ὑπὲρ κεφαλῆς καὶ ἐπέφραδε χερσὶν ἑλέσθαι
  69. κῆρυξ· πὰρ δʼ ἐτίθει κάνεον καλήν τε τράπεζαν,
  70. πὰρ δὲ δέπας οἴνοιο, πιεῖν ὅτε θυμὸς ἀνώγοι.
  71. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
  72. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  73. μοῦσʼ ἄρʼ ἀοιδὸν ἀνῆκεν ἀειδέμεναι κλέα ἀνδρῶν,
  74. οἴμης τῆς τότʼ ἄρα κλέος οὐρανὸν εὐρὺν ἵκανε,
  75. νεῖκος Ὀδυσσῆος καὶ Πηλεΐδεω Ἀχιλῆος,
  76. ὥς ποτε δηρίσαντο θεῶν ἐν δαιτὶ θαλείῃ
  77. ἐκπάγλοις ἐπέεσσιν, ἄναξ δʼ ἀνδρῶν Ἀγαμέμνων
  78. χαῖρε νόῳ, ὅ τʼ ἄριστοι Ἀχαιῶν δηριόωντο.
  79. ὣς γάρ οἱ χρείων μυθήσατο Φοῖβος Ἀπόλλων
  80. Πυθοῖ ἐν ἠγαθέῃ, ὅθʼ ὑπέρβη λάινον οὐδὸν
  81. χρησόμενος· τότε γάρ ῥα κυλίνδετο πήματος ἀρχὴ
  82. Τρωσί τε καὶ Δαναοῖσι Διὸς μεγάλου διὰ βουλάς.
  83. ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς
  84. πορφύρεον μέγα φᾶρος ἑλὼν χερσὶ στιβαρῇσι
  85. κὰκ κεφαλῆς εἴρυσσε, κάλυψε δὲ καλὰ πρόσωπα·
  86. αἴδετο γὰρ Φαίηκας ὑπʼ ὀφρύσι δάκρυα λείβων.
  87. ἦ τοι ὅτε λήξειεν ἀείδων θεῖος ἀοιδός,
  88. δάκρυ ὀμορξάμενος κεφαλῆς ἄπο φᾶρος ἕλεσκε
  89. καὶ δέπας ἀμφικύπελλον ἑλὼν σπείσασκε θεοῖσιν·
  90. αὐτὰρ ὅτʼ ἂψ ἄρχοιτο καὶ ὀτρύνειαν ἀείδειν
  91. Φαιήκων οἱ ἄριστοι, ἐπεὶ τέρποντʼ ἐπέεσσιν,
  92. ἂψ Ὀδυσεὺς κατὰ κρᾶτα καλυψάμενος γοάασκεν.
  93. ἔνθʼ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων,
  94. Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατʼ ἠδʼ ἐνόησεν
  95. ἥμενος ἄγχʼ αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.
  96. αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·
  97. κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες.
  98. ἤδη μὲν δαιτὸς κεκορήμεθα θυμὸν ἐίσης
  99. φόρμιγγός θʼ, ἣ δαιτὶ συνήορός ἐστι θαλείῃ·
  100. νῦν δʼ ἐξέλθωμεν καὶ ἀέθλων πειρηθῶμεν
  101. πάντων, ὥς χʼ ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν
  102. οἴκαδε νοστήσας, ὅσσον περιγιγνόμεθʼ ἄλλων
  103. πύξ τε παλαιμοσύνῃ τε καὶ ἅλμασιν ἠδὲ πόδεσσιν.
  104. ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο.
  105. κὰδ δʼ ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν,
  106. Δημοδόκου δʼ ἕλε χεῖρα καὶ ἔξαγεν ἐκ μεγάροιο
  107. κῆρυξ· ἦρχε δὲ τῷ αὐτὴν ὁδὸν ἥν περ οἱ ἄλλοι
  108. Φαιήκων οἱ ἄριστοι, ἀέθλια θαυμανέοντες.
  109. βὰν δʼ ἴμεν εἰς ἀγορήν, ἅμα δʼ ἕσπετο πουλὺς ὅμιλος,
  110. μυρίοι· ἂν δʼ ἵσταντο νέοι πολλοί τε καὶ ἐσθλοί.
  111. ὦρτο μὲν Ἀκρόνεώς τε καὶ Ὠκύαλος καὶ Ἐλατρεύς,
  112. Ναυτεύς τε Πρυμνεύς τε καὶ Ἀγχίαλος καὶ Ἐρετμεύς,
  113. Ποντεύς τε Πρωρεύς τε, Θόων Ἀναβησίνεώς τε
  114. Ἀμφίαλός θʼ, υἱὸς Πολυνήου Τεκτονίδαο·
  115. ἂν δὲ καὶ Εὐρύαλος, βροτολοιγῷ ἶσος Ἄρηϊ,
  116. Ναυβολίδης, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε
  117. πάντων Φαιήκων μετʼ ἀμύμονα Λαοδάμαντα.
  118. ἂν δʼ ἔσταν τρεῖς παῖδες ἀμύμονος Ἀλκινόοιο,
  119. Λαοδάμας θʼ Ἅλιός τε καὶ ἀντίθεος Κλυτόνηος.
  120. οἱ δʼ ἦ τοι πρῶτον μὲν ἐπειρήσαντο πόδεσσι.
  121. τοῖσι δʼ ἀπὸ νύσσης τέτατο δρόμος· οἱ δʼ ἅμα πάντες
  122. καρπαλίμως ἐπέτοντο κονίοντες πεδίοιο·
  123. τῶν δὲ θέειν ὄχʼ ἄριστος ἔην Κλυτόνηος ἀμύμων·
  124. ὅσσον τʼ ἐν νειῷ οὖρον πέλει ἡμιόνοιιν,
  125. τόσσον ὑπεκπροθέων λαοὺς ἵκεθʼ, οἱ δʼ ἐλίποντο.
  126. οἱ δὲ παλαιμοσύνης ἀλεγεινῆς πειρήσαντο·
  127. τῇ δʼ αὖτʼ Εὐρύαλος ἀπεκαίνυτο πάντας ἀρίστους.
  128. ἅλματι δʼ Ἀμφίαλος πάντων προφερέστατος ἦεν·
  129. δίσκῳ δʼ αὖ πάντων πολὺ φέρτατος ἦεν Ἐλατρεύς,
  130. πὺξ δʼ αὖ Λαοδάμας, ἀγαθὸς πάϊς Ἀλκινόοιο.
  131. αὐτὰρ ἐπεὶ δὴ πάντες ἐτέρφθησαν φρένʼ ἀέθλοις,
  132. τοῖς ἄρα Λαοδάμας μετέφη πάϊς Ἀλκινόοιο·
  133. δεῦτε, φίλοι, τὸν ξεῖνον ἐρώμεθα εἴ τινʼ ἄεθλον
  134. οἶδέ τε καὶ δεδάηκε. φυήν γε μὲν οὐ κακός ἐστι,
  135. μηρούς τε κνήμας τε καὶ ἄμφω χεῖρας ὕπερθεν
  136. αὐχένα τε στιβαρὸν μέγα τε σθένος· οὐδέ τι ἥβης
  137. δεύεται, ἀλλὰ κακοῖσι συνέρρηκται πολέεσσιν·
  138. οὐ γὰρ ἐγώ γέ τί φημι κακώτερον ἄλλο θαλάσσης
  139. ἄνδρα γε συγχεῦαι, εἰ καὶ μάλα καρτερὸς εἴη.
  140. τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε·
  141. Λαοδάμα, μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες.
  142. αὐτὸς νῦν προκάλεσσαι ἰὼν καὶ πέφραδε μῦθον.
  143. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσʼ ἀγαθὸς πάϊς Ἀλκινόοιο,
  144. στῆ ῥʼ ἐς μέσσον ἰὼν καὶ Ὀδυσσῆα προσέειπε·
  145. δεῦρʼ ἄγε καὶ σύ, ξεῖνε πάτερ, πείρησαι ἀέθλων,
  146. εἴ τινά που δεδάηκας· ἔοικε δέ σʼ ἴδμεν ἀέθλους·
  147. οὐ μὲν γὰρ μεῖζον κλέος ἀνέρος ὄφρα κʼ ἔῃσιν,
  148. ἤ ὅ τι ποσσίν τε ῥέξῃ καὶ χερσὶν ἑῇσιν.
  149. ἀλλʼ ἄγε πείρησαι, σκέδασον δʼ ἀπὸ κήδεα θυμοῦ.
  150. σοὶ δʼ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται, ἀλλά τοι ἤδη
  151. νηῦς τε κατείρυσται καὶ ἐπαρτέες εἰσὶν ἑταῖροι.
  152. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  153. Λαοδάμα, τί με ταῦτα κελεύετε κερτομέοντες;
  154. κήδεά μοι καὶ μᾶλλον ἐνὶ φρεσὶν ἤ περ ἄεθλοι,
  155. ὃς πρὶν μὲν μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα,
  156. νῦν δὲ μεθʼ ὑμετέρῃ ἀγορῇ νόστοιο χατίζων
  157. ἧμαι, λισσόμενος βασιλῆά τε πάντα τε δῆμον.
  158. τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο νείκεσέ τʼ ἄντην·
  159. οὐ γάρ σʼ οὐδέ, ξεῖνε, δαήμονι φωτὶ ἐίσκω
  160. ἄθλων, οἷά τε πολλὰ μετʼ ἀνθρώποισι πέλονται,
  161. ἀλλὰ τῷ, ὅς θʼ ἅμα νηὶ πολυκλήιδι θαμίζων,
  162. ἀρχὸς ναυτάων οἵ τε πρηκτῆρες ἔασιν,
  163. φόρτου τε μνήμων καὶ ἐπίσκοπος ᾖσιν ὁδαίων
  164. κερδέων θʼ ἁρπαλέων· οὐδʼ ἀθλητῆρι ἔοικας.
  165. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
  166. ξεῖνʼ, οὐ καλὸν ἔειπες· ἀτασθάλῳ ἀνδρὶ ἔοικας.
  167. οὕτως οὐ πάντεσσι θεοὶ χαρίεντα διδοῦσιν
  168. ἀνδράσιν, οὔτε φυὴν οὔτʼ ἂρ φρένας οὔτʼ ἀγορητύν.
  169. ἄλλος μὲν γάρ τʼ εἶδος ἀκιδνότερος πέλει ἀνήρ,
  170. ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει, οἱ δέ τʼ ἐς αὐτὸν
  171. τερπόμενοι λεύσσουσιν· ὁ δʼ ἀσφαλέως ἀγορεύει
  172. αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν,
  173. ἐρχόμενον δʼ ἀνὰ ἄστυ θεὸν ὣς εἰσορόωσιν.
  174. ἄλλος δʼ αὖ εἶδος μὲν ἀλίγκιος ἀθανάτοισιν,
  175. ἀλλʼ οὔ οἱ χάρις ἀμφιπεριστέφεται ἐπέεσσιν,
  176. ὡς καὶ σοὶ εἶδος μὲν ἀριπρεπές, οὐδέ κεν ἄλλως
  177. οὐδὲ θεὸς τεύξειε, νόον δʼ ἀποφώλιός ἐσσι.
  178. ὤρινάς μοι θυμὸν ἐνὶ στήθεσσι φίλοισιν
  179. εἰπὼν οὐ κατὰ κόσμον. ἐγὼ δʼ οὐ νῆις ἀέθλων,
  180. ὡς σύ γε μυθεῖαι, ἀλλʼ ἐν πρώτοισιν ὀίω
  181. ἔμμεναι, ὄφρʼ ἥβῃ τε πεποίθεα χερσί τʼ ἐμῇσι.
  182. νῦν δʼ ἔχομαι κακότητι καὶ ἄλγεσι· πολλὰ γὰρ ἔτλην
  183. ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων.
  184. ἀλλὰ καὶ ὥς, κακὰ πολλὰ παθών, πειρήσομʼ ἀέθλων·
  185. θυμοδακὴς γὰρ μῦθος, ἐπώτρυνας δέ με εἰπών.
  186. ἦ ῥα καὶ αὐτῷ φάρει ἀναΐξας λάβε δίσκον
  187. μείζονα καὶ πάχετον, στιβαρώτερον οὐκ ὀλίγον περ
  188. ἢ οἵῳ Φαίηκες ἐδίσκεον ἀλλήλοισι.
  189. τόν ῥα περιστρέψας ἧκε στιβαρῆς ἀπὸ χειρός,
  190. βόμβησεν δὲ λίθος· κατὰ δʼ ἔπτηξαν ποτὶ γαίῃ
  191. Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες,
  192. λᾶος ὑπὸ ῥιπῆς· ὁ δʼ ὑπέρπτατο σήματα πάντων
  193. ῥίμφα θέων ἀπὸ χειρός. ἔθηκε δὲ τέρματʼ Ἀθήνη
  194. ἀνδρὶ δέμας ἐικυῖα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  195. καί κʼ ἀλαός τοι, ξεῖνε, διακρίνειε τὸ σῆμα
  196. ἀμφαφόων, ἐπεὶ οὔ τι μεμιγμένον ἐστὶν ὁμίλῳ,
  197. ἀλλὰ πολὺ πρῶτον. σὺ δὲ θάρσει τόνδε γʼ ἄεθλον·
  198. οὔ τις Φαιήκων τόδε γʼ ἵξεται, οὐδʼ ὑπερήσει.
  199. ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
  200. χαὶρων, οὕνεχʼ ἑταῖρον ἐνηέα λεῦσσʼ ἐν ἀγῶνι.
  201. καὶ τότε κουφότερον μετεφώνεε Φαιήκεσσιν·
  202. τοῦτον νῦν ἀφίκεσθε, νέοι. τάχα δʼ ὕστερον ἄλλον
  203. ἥσειν ἢ τοσσοῦτον ὀίομαι ἢ ἔτι μᾶσσον.
  204. τῶν δʼ ἄλλων ὅτινα κραδίη θυμός τε κελεύει,
  205. δεῦρʼ ἄγε πειρηθήτω, ἐπεί μʼ ἐχολώσατε λίην,
  206. ἢ πὺξ ἠὲ πάλῃ ἢ καὶ ποσίν, οὔ τι μεγαίρω,
  207. πάντων Φαιήκων, πλήν γʼ αὐτοῦ Λαοδάμαντος.
  208. ξεῖνος γάρ μοι ὅδʼ ἐστί· τίς ἂν φιλέοντι μάχοιτο;
  209. ἄφρων δὴ κεῖνός γε καὶ οὐτιδανὸς πέλει ἀνήρ,
  210. ὅς τις ξεινοδόκῳ ἔριδα προφέρηται ἀέθλων
  211. δήμῳ ἐν ἀλλοδαπῷ· ἕο δʼ αὐτοῦ πάντα κολούει.
  212. τῶν δʼ ἄλλων οὔ πέρ τινʼ ἀναίνομαι οὐδʼ ἀθερίζω,
  213. ἀλλʼ ἐθέλω ἴδμεν καὶ πειρηθήμεναι ἄντην.
  214. πάντα γὰρ οὐ κακός εἰμι, μετʼ ἀνδράσιν ὅσσοι ἄεθλοι·
  215. εὖ μὲν τόξον οἶδα ἐύξοον ἀμφαφάασθαι·
  216. πρῶτός κʼ ἄνδρα βάλοιμι ὀιστεύσας ἐν ὁμίλῳ
  217. ἀνδρῶν δυσμενέων, εἰ καὶ μάλα πολλοὶ ἑταῖροι
  218. ἄγχι παρασταῖεν καὶ τοξαζοίατο φωτῶν.
  219. οἶος δή με Φιλοκτήτης ἀπεκαίνυτο τόξῳ
  220. δήμῳ ἔνι Τρώων, ὅτε τοξαζοίμεθʼ Ἀχαιοί.
  221. τῶν δʼ ἄλλων ἐμέ φημι πολὺ προφερέστερον εἶναι,
  222. ὅσσοι νῦν βροτοί εἰσιν ἐπὶ χθονὶ σῖτον ἔδοντες.
  223. ἀνδράσι δὲ προτέροισιν ἐριζέμεν οὐκ ἐθελήσω,
  224. οὔθʼ Ἡρακλῆι οὔτʼ Εὐρύτῳ Οιχαλιῆι,
  225. οἵ ῥα καὶ ἀθανάτοισιν ἐρίζεσκον περὶ τόξων.
  226. τῷ ῥα καὶ αἶψʼ ἔθανεν μέγας Εὔρυτος, οὐδʼ ἐπὶ γῆρας
  227. ἵκετʼ ἐνὶ μεγάροισι· χολωσάμενος γὰρ Ἀπόλλων
  228. ἔκτανεν, οὕνεκά μιν προκαλίζετο τοξάζεσθαι.
  229. δουρὶ δʼ ἀκοντίζω ὅσον οὐκ ἄλλος τις ὀιστῷ.
  230. οἴοισιν δείδοικα ποσὶν μή τίς με παρέλθῃ
  231. Φαιήκων· λίην γὰρ ἀεικελίως ἐδαμάσθην
  232. κύμασιν ἐν πολλοῖς, ἐπεὶ οὐ κομιδὴ κατὰ νῆα
  233. ἦεν ἐπηετανός· τῷ μοι φίλα γυῖα λέλυνται.
  234. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
  235. Ἀλκίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν·
  236. ξεῖνʼ, ἐπεὶ οὐκ ἀχάριστα μεθʼ ἡμῖν ταῦτʼ ἀγορεύεις,
  237. ἀλλʼ ἐθέλεις ἀρετὴν σὴν φαινέμεν, ἥ τοι ὀπηδεῖ,
  238. χωόμενος ὅτι σʼ οὗτος ἀνὴρ ἐν ἀγῶνι παραστὰς
  239. νείκεσεν, ὡς ἂν σὴν ἀρετὴν βροτὸς οὔ τις ὄνοιτο,
  240. ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν·
  241. ἀλλʼ ἄγε νῦν ἐμέθεν ξυνίει ἔπος, ὄφρα καὶ ἄλλῳ
  242. εἴπῃς ἡρώων, ὅτε κεν σοῖς ἐν μεγάροισι
  243. δαινύῃ παρὰ σῇ τʼ ἀλόχῳ καὶ σοῖσι τέκεσσιν,
  244. ἡμετέρης ἀρετῆς μεμνημένος, οἷα καὶ ἡμῖν
  245. Ζεὺς ἐπὶ ἔργα τίθησι διαμπερὲς ἐξ ἔτι πατρῶν.