Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀλλʼ ἄγε νῦν ἐμέθεν ξυνίει ἔπος, ὄφρα καὶ ἄλλῳ
  2. εἴπῃς ἡρώων, ὅτε κεν σοῖς ἐν μεγάροισι
  3. δαινύῃ παρὰ σῇ τʼ ἀλόχῳ καὶ σοῖσι τέκεσσιν,
  4. ἡμετέρης ἀρετῆς μεμνημένος, οἷα καὶ ἡμῖν
  5. Ζεὺς ἐπὶ ἔργα τίθησι διαμπερὲς ἐξ ἔτι πατρῶν.
  6. οὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες οὐδὲ παλαισταί,
  7. ἀλλὰ ποσὶ κραιπνῶς θέομεν καὶ νηυσὶν ἄριστοι,
  8. αἰεὶ δʼ ἡμῖν δαίς τε φίλη κίθαρις τε χοροί τε
  9. εἵματά τʼ ἐξημοιβὰ λοετρά τε θερμὰ καὶ εὐναί.
  10. ἀλλʼ ἄγε, Φαιήκων βητάρμονες ὅσσοι ἄριστοι,
  11. παίσατε, ὥς χʼ ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν
  12. οἴκαδε νοστήσας, ὅσσον περιγιγνόμεθʼ ἄλλων
  13. ναυτιλίῃ καὶ ποσσὶ καὶ ὀρχηστυῖ καὶ ἀοιδῇ.
  14. Δημοδόκῳ δέ τις αἶψα κιὼν φόρμιγγα λίγειαν
  15. οἰσέτω, ἥ που κεῖται ἐν ἡμετέροισι δόμοισιν.
  16. ὣς ἔφατʼ Ἀλκίνοος θεοείκελος, ὦρτο δὲ κῆρυξ
  17. οἴσων φόρμιγγα γλαφυρὴν δόμου ἐκ βασιλῆος.
  18. αἰσυμνῆται δὲ κριτοὶ ἐννέα πάντες ἀνέσταν
  19. δήμιοι, οἳ κατʼ ἀγῶνας ἐὺ πρήσσεσκον ἕκαστα,
  20. λείηναν δὲ χορόν, καλὸν δʼ εὔρυναν ἀγῶνα.