Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τῶν δʼ ἄλλων ἐμέ φημι πολὺ προφερέστερον εἶναι,
  2. ὅσσοι νῦν βροτοί εἰσιν ἐπὶ χθονὶ σῖτον ἔδοντες.
  3. ἀνδράσι δὲ προτέροισιν ἐριζέμεν οὐκ ἐθελήσω,
  4. οὔθʼ Ἡρακλῆι οὔτʼ Εὐρύτῳ Οιχαλιῆι,
  5. οἵ ῥα καὶ ἀθανάτοισιν ἐρίζεσκον περὶ τόξων.
  6. τῷ ῥα καὶ αἶψʼ ἔθανεν μέγας Εὔρυτος, οὐδʼ ἐπὶ γῆρας
  7. ἵκετʼ ἐνὶ μεγάροισι· χολωσάμενος γὰρ Ἀπόλλων
  8. ἔκτανεν, οὕνεκά μιν προκαλίζετο τοξάζεσθαι.
  9. δουρὶ δʼ ἀκοντίζω ὅσον οὐκ ἄλλος τις ὀιστῷ.
  10. οἴοισιν δείδοικα ποσὶν μή τίς με παρέλθῃ
  11. Φαιήκων· λίην γὰρ ἀεικελίως ἐδαμάσθην
  12. κύμασιν ἐν πολλοῖς, ἐπεὶ οὐ κομιδὴ κατὰ νῆα
  13. ἦεν ἐπηετανός· τῷ μοι φίλα γυῖα λέλυνται.
  14. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
  15. Ἀλκίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν·
  16. ξεῖνʼ, ἐπεὶ οὐκ ἀχάριστα μεθʼ ἡμῖν ταῦτʼ ἀγορεύεις,
  17. ἀλλʼ ἐθέλεις ἀρετὴν σὴν φαινέμεν, ἥ τοι ὀπηδεῖ,
  18. χωόμενος ὅτι σʼ οὗτος ἀνὴρ ἐν ἀγῶνι παραστὰς
  19. νείκεσεν, ὡς ἂν σὴν ἀρετὴν βροτὸς οὔ τις ὄνοιτο,
  20. ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν·