Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τῷ ῥα καὶ αἶψʼ ἔθανεν μέγας Εὔρυτος, οὐδʼ ἐπὶ γῆρας
  2. ἵκετʼ ἐνὶ μεγάροισι· χολωσάμενος γὰρ Ἀπόλλων
  3. ἔκτανεν, οὕνεκά μιν προκαλίζετο τοξάζεσθαι.
  4. δουρὶ δʼ ἀκοντίζω ὅσον οὐκ ἄλλος τις ὀιστῷ.
  5. οἴοισιν δείδοικα ποσὶν μή τίς με παρέλθῃ
  6. Φαιήκων· λίην γὰρ ἀεικελίως ἐδαμάσθην
  7. κύμασιν ἐν πολλοῖς, ἐπεὶ οὐ κομιδὴ κατὰ νῆα
  8. ἦεν ἐπηετανός· τῷ μοι φίλα γυῖα λέλυνται.
  9. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.