Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἀνδρῶν δυσμενέων, εἰ καὶ μάλα πολλοὶ ἑταῖροι
  • ἄγχι παρασταῖεν καὶ τοξαζοίατο φωτῶν.
  • οἶος δή με Φιλοκτήτης ἀπεκαίνυτο τόξῳ
  • δήμῳ ἔνι Τρώων, ὅτε τοξαζοίμεθʼ Ἀχαιοί.
  • τῶν δʼ ἄλλων ἐμέ φημι πολὺ προφερέστερον εἶναι,
  • ὅσσοι νῦν βροτοί εἰσιν ἐπὶ χθονὶ σῖτον ἔδοντες.
  • ἀνδράσι δὲ προτέροισιν ἐριζέμεν οὐκ ἐθελήσω,
  • οὔθʼ Ἡρακλῆι οὔτʼ Εὐρύτῳ Οιχαλιῆι,
  • οἵ ῥα καὶ ἀθανάτοισιν ἐρίζεσκον περὶ τόξων.