Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἦ ῥα καὶ αὐτῷ φάρει ἀναΐξας λάβε δίσκον
  2. μείζονα καὶ πάχετον, στιβαρώτερον οὐκ ὀλίγον περ
  3. ἢ οἵῳ Φαίηκες ἐδίσκεον ἀλλήλοισι.
  4. τόν ῥα περιστρέψας ἧκε στιβαρῆς ἀπὸ χειρός,
  5. βόμβησεν δὲ λίθος· κατὰ δʼ ἔπτηξαν ποτὶ γαίῃ
  6. Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες,
  7. λᾶος ὑπὸ ῥιπῆς· ὁ δʼ ὑπέρπτατο σήματα πάντων