Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • εἰπὼν οὐ κατὰ κόσμον. ἐγὼ δʼ οὐ νῆις ἀέθλων,
  • ὡς σύ γε μυθεῖαι, ἀλλʼ ἐν πρώτοισιν ὀίω
  • ἔμμεναι, ὄφρʼ ἥβῃ τε πεποίθεα χερσί τʼ ἐμῇσι.
  • νῦν δʼ ἔχομαι κακότητι καὶ ἄλγεσι· πολλὰ γὰρ ἔτλην
  • ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων.
  • ἀλλὰ καὶ ὥς, κακὰ πολλὰ παθών, πειρήσομʼ ἀέθλων·
  • θυμοδακὴς γὰρ μῦθος, ἐπώτρυνας δέ με εἰπών.