Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πόντον ἐπιπλαγχθείς, δέμας ἀθανάτοισιν ὁμοῖος.
  2. ὣς εἰποῦσʼ ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου.
  3. καρπαλίμως δʼ ἔμπληντο βροτῶν ἀγοραί τε καὶ ἕδραι
  4. ἀγρομένων· πολλοὶ δʼ ἄρʼ ἐθηήσαντο ἰδόντες
  5. υἱὸν Λαέρταο δαΐφρονα· τῷ δʼ ἄρʼ Ἀθήνη
  6. θεσπεσίην κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις
  7. καί μιν μακρότερον καὶ πάσσονα θῆκεν ἰδέσθαι,
  8. ὥς κεν Φαιήκεσσι φίλος πάντεσσι γένοιτο
  9. δεινός τʼ αἰδοῖός τε καὶ ἐκτελέσειεν ἀέθλους
  10. πολλούς, τοὺς Φαίηκες ἐπειρήσαντʼ Ὀδυσῆος.
  11. αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο,
  12. τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε·
  13. κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
  14. ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
  15. ξεῖνος ὅδʼ, οὐκ οἶδʼ ὅς τις, ἀλώμενος ἵκετʼ ἐμὸν δῶ,
  16. ἠὲ πρὸς ἠοίων ἦ ἑσπερίων ἀνθρώπων·
  17. πομπὴν δʼ ὀτρύνει, καὶ λίσσεται ἔμπεδον εἶναι.
  18. ἡμεῖς δʼ, ὡς τὸ πάρος περ, ἐποτρυνώμεθα πομπήν.
  19. οὐδὲ γὰρ οὐδέ τις ἄλλος, ὅτις κʼ ἐμὰ δώμαθʼ ἵκηται,
  20. ἐνθάδʼ ὀδυρόμενος δηρὸν μένει εἵνεκα πομπῆς.