Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὤτρυνον δʼ Ὀδυσῆα παριστάμεναι ἐπέεσσιν·
  2. ὄρσο κέων, ὦ ξεῖνε· πεποίηται δέ τοι εὐνή.
  3. ὣς φάν, τῷ δʼ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.
  4. ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς
  5. τρητοῖς ἐν λεχέεσσιν ὑπʼ αἰθούσῃ ἐριδούπῳ·
  6. Ἀλκίνοος δʼ ἄρα λέκτο μυχῷ δόμου ὑψηλοῖο,
  7. πὰρ δὲ γυνὴ δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.
  1. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  2. ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆς ἱερὸν μένος Ἀλκινόοιο,
  3. ἂν δʼ ἄρα διογενὴς ὦρτο πτολίπορθος Ὀδυσσεύς.
  4. τοῖσιν δʼ ἡγεμόνευʼ ἱερὸν μένος Ἀλκινόοιο
  5. Φαιήκων ἀγορήνδʼ, ἥ σφιν παρὰ νηυσὶ τέτυκτο.
  6. ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι λίθοισι
  7. πλησίον. ἡ δʼ ἀνὰ ἄστυ μετῴχετο Παλλὰς Ἀθήνη
  8. εἰδομένη κήρυκι δαΐφρονος Ἀλκινόοιο,
  9. νόστον Ὀδυσσῆι μεγαλήτορι μητιόωσα,
  10. καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον·
  11. δεῦτʼ ἄγε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
  12. εἰς ἀγορὴν ἰέναι, ὄφρα ξείνοιο πύθησθε,
  13. ὃς νέον Ἀλκινόοιο δαΐφρονος ἵκετο δῶμα