Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἐν δὲ θρόνοι περὶ τοῖχον ἐρηρέδατʼ ἔνθα καὶ ἔνθα,
  2. ἐς μυχὸν ἐξ οὐδοῖο διαμπερές, ἔνθʼ ἐνὶ πέπλοι
  3. λεπτοὶ ἐύννητοι βεβλήατο, ἔργα γυναικῶν.
  4. ἔνθα δὲ Φαιήκων ἡγήτορες ἑδριόωντο
  5. πίνοντες καὶ ἔδοντες· ἐπηετανὸν γὰρ ἔχεσκον.
  6. χρύσειοι δʼ ἄρα κοῦροι ἐυδμήτων ἐπὶ βωμῶν
  7. ἕστασαν αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχοντες,
  8. φαίνοντες νύκτας κατὰ δώματα δαιτυμόνεσσι.
  9. πεντήκοντα δέ οἱ δμωαὶ κατὰ δῶμα γυναῖκες