Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. χάλκεοι μὲν γὰρ τοῖχοι ἐληλέδατʼ ἔνθα καὶ ἔνθα,
  2. ἐς μυχὸν ἐξ οὐδοῦ, περὶ δὲ θριγκὸς κυάνοιο·
  3. χρύσειαι δὲ θύραι πυκινὸν δόμον ἐντὸς ἔεργον·
  4. σταθμοὶ δʼ ἀργύρεοι ἐν χαλκέῳ ἕστασαν οὐδῷ,
  5. ἀργύρεον δʼ ἐφʼ ὑπερθύριον, χρυσέη δὲ κορώνη.
  6. χρύσειοι δʼ ἑκάτερθε καὶ ἀργύρεοι κύνες ἦσαν,
  7. οὓς Ἥφαιστος ἔτευξεν ἰδυίῃσι πραπίδεσσι
  8. δῶμα φυλασσέμεναι μεγαλήτορος Ἀλκινόοιο,
  9. ἀθανάτους ὄντας καὶ ἀγήρως ἤματα πάντα.