Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἐς μυχὸν ἐξ οὐδοῦ, περὶ δὲ θριγκὸς κυάνοιο·
  2. χρύσειαι δὲ θύραι πυκινὸν δόμον ἐντὸς ἔεργον·
  3. σταθμοὶ δʼ ἀργύρεοι ἐν χαλκέῳ ἕστασαν οὐδῷ,
  4. ἀργύρεον δʼ ἐφʼ ὑπερθύριον, χρυσέη δὲ κορώνη.
  5. χρύσειοι δʼ ἑκάτερθε καὶ ἀργύρεοι κύνες ἦσαν,
  6. οὓς Ἥφαιστος ἔτευξεν ἰδυίῃσι πραπίδεσσι
  7. δῶμα φυλασσέμεναι μεγαλήτορος Ἀλκινόοιο,
  8. ἀθανάτους ὄντας καὶ ἀγήρως ἤματα πάντα.
  9. ἐν δὲ θρόνοι περὶ τοῖχον ἐρηρέδατʼ ἔνθα καὶ ἔνθα,
  10. ἐς μυχὸν ἐξ οὐδοῖο διαμπερές, ἔνθʼ ἐνὶ πέπλοι
  11. λεπτοὶ ἐύννητοι βεβλήατο, ἔργα γυναικῶν.
  12. ἔνθα δὲ Φαιήκων ἡγήτορες ἑδριόωντο
  13. πίνοντες καὶ ἔδοντες· ἐπηετανὸν γὰρ ἔχεσκον.
  14. χρύσειοι δʼ ἄρα κοῦροι ἐυδμήτων ἐπὶ βωμῶν
  15. ἕστασαν αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχοντες,
  16. φαίνοντες νύκτας κατὰ δώματα δαιτυμόνεσσι.