Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πεντήκοντα δέ οἱ δμωαὶ κατὰ δῶμα γυναῖκες
  2. αἱ μὲν ἀλετρεύουσι μύλῃς ἔπι μήλοπα καρπόν,
  3. αἱ δʼ ἱστοὺς ὑφόωσι καὶ ἠλάκατα στρωφῶσιν
  4. ἥμεναι, οἷά τε φύλλα μακεδνῆς αἰγείροιο·
  5. καιρουσσέων δʼ ὀθονέων ἀπολείβεται ὑγρὸν ἔλαιον.
  6. ὅσσον Φαίηκες περὶ πάντων ἴδριες ἀνδρῶν
  7. νῆα θοὴν ἐνὶ πόντῳ ἐλαυνέμεν, ὣς δὲ γυναῖκες
  8. ἱστῶν τεχνῆσσαι· πέρι γάρ σφισι δῶκεν Ἀθήνη
  9. ἔργα τʼ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλάς.
  10. ἔκτοσθεν δʼ αὐλῆς μέγας ὄρχατος ἄγχι θυράων
  11. τετράγυος· περὶ δʼ ἕρκος ἐλήλαται ἀμφοτέρωθεν.
  12. ἔνθα δὲ δένδρεα μακρὰ πεφύκασι τηλεθόωντα,
  13. ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι
  14. συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι.
  15. τάων οὔ ποτε καρπὸς ἀπόλλυται οὐδʼ ἀπολείπει
  16. χείματος οὐδὲ θέρευς, ἐπετήσιος· ἀλλὰ μάλʼ αἰεὶ