Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.
  2. αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι·
  3. αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι,
  4. ὤτρυνον δʼ Ὀδυσῆα παριστάμεναι ἐπέεσσιν·
  5. ὄρσο κέων, ὦ ξεῖνε· πεποίηται δέ τοι εὐνή.
  6. ὣς φάν, τῷ δʼ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.
  7. ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς
  8. τρητοῖς ἐν λεχέεσσιν ὑπʼ αἰθούσῃ ἐριδούπῳ·
  9. Ἀλκίνοος δʼ ἄρα λέκτο μυχῷ δόμου ὑψηλοῖο,