Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
  2. εὐχόμενος δʼ ἄρα εἶπεν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  3. Ζεῦ πάτερ, αἴθʼ ὅσα εἶπε τελευτήσειεν ἅπαντα
  4. Ἀλκίνοος· τοῦ μέν κεν ἐπὶ ζείδωρον ἄρουραν
  5. ἄσβεστον κλέος εἴη, ἐγὼ δέ κε πατρίδʼ ἱκοίμην.
  6. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
  7. κέκλετο δʼ Ἀρήτη λευκώλενος ἀμφιπόλοισιν
  8. δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ
  9. πορφύρεʼ ἐμβαλέειν, στορέσαι τʼ ἐφύπερθε τάπητας