Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἐς ποταμόν, τῇ δή μοι ἐείσατο χῶρος ἄριστος,
  2. λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο.
  3. ἐκ δʼ ἔπεσον θυμηγερέων, ἐπὶ δʼ ἀμβροσίη νὺξ
  4. ἤλυθʼ. ἐγὼ δʼ ἀπάνευθε διιπετέος ποταμοῖο
  5. ἐκβὰς ἐν θάμνοισι κατέδραθον, ἀμφὶ δὲ φύλλα
  6. ἠφυσάμην· ὕπνον δὲ θεὸς κατʼ ἀπείρονα χεῦεν.
  7. ἔνθα μὲν ἐν φύλλοισι φίλον τετιημένος ἦτορ
  8. εὗδον παννύχιος καὶ ἐπʼ ἠῶ καὶ μέσον ἦμαρ.
  9. δείλετό τʼ ἠέλιος καί με γλυκὺς ὕπνος ἀνῆκεν.
  10. ἀμφιπόλους δʼ ἐπὶ θινὶ τεῆς ἐνόησα θυγατρὸς
  11. παιζούσας, ἐν δʼ αὐτὴ ἔην ἐικυῖα θεῇσι·
  12. τὴν ἱκέτευσʼ· ἡ δʼ οὔ τι νοήματος ἤμβροτεν ἐσθλοῦ,
  13. ὡς οὐκ ἂν ἔλποιο νεώτερον ἀντιάσαντα
  14. ἐρξέμεν· αἰεὶ γάρ τε νεώτεροι ἀφραδέουσιν.
  15. ἥ μοι σῖτον ἔδωκεν ἅλις ἠδʼ αἴθοπα οἶνον
  16. καὶ λοῦσʼ ἐν ποταμῷ καί μοι τάδε εἵματʼ ἔδωκε.
  17. ταῦτά τοι ἀχνύμενός περ ἀληθείην κατέλεξα.
  18. τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·
  19. ξεῖνʼ, ἦ τοι μὲν τοῦτο γʼ ἐναίσιμον οὐκ ἐνόησε
  20. παῖς ἐμή, οὕνεκά σʼ οὔ τι μετʼ ἀμφιπόλοισι γυναιξὶν