Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἀλλʼ ὅτε δὴ ὀγδόατόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν,
  • καὶ τότε δή μʼ ἐκέλευσεν ἐποτρύνουσα νέεσθαι
  • Ζηνὸς ὑπʼ ἀγγελίης, ἢ καὶ νόος ἐτράπετʼ αὐτῆς.
  • πέμπε δʼ ἐπὶ σχεδίης πολυδέσμου, πολλὰ δʼ ἔδωκε,
  • σῖτον καὶ μέθυ ἡδύ, καὶ ἄμβροτα εἵματα ἕσσεν,
  • οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.
  • ἑπτὰ δὲ καὶ δέκα μὲν πλέον ἤματα ποντοπορεύων,
  • ὀκτωκαιδεκάτῃ δʼ ἐφάνη ὄρεα σκιόεντα
  • γαίης ὑμετέρης, γήθησε δέ μοι φίλον ἦτορ
  • δυσμόρῳ· ἦ γὰρ ἔμελλον ἔτι ξυνέσεσθαι ὀιζυῖ
  • πολλῇ, τήν μοι ἐπῶρσε Ποσειδάων ἐνοσίχθων,
  • ὅς μοι ἐφορμήσας ἀνέμους κατέδησε κέλευθον,
  • ὤρινεν δὲ θάλασσαν ἀθέσφατον, οὐδέ τι κῦμα
  • εἴα ἐπὶ σχεδίης ἁδινὰ στενάχοντα φέρεσθαι.
  • τὴν μὲν ἔπειτα θύελλα διεσκέδασʼ· αὐτὰρ ἐγώ γε
  • νηχόμενος τόδε λαῖτμα διέτμαγον, ὄφρα με γαίῃ
  • ὑμετέρῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ.
  • ἔνθα κέ μʼ ἐκβαίνοντα βιήσατο κῦμʼ ἐπὶ χέρσου,
  • πέτρῃς πρὸς μεγάλῃσι βαλὸν καὶ ἀτερπέι χώρῳ·
  • ἀλλʼ ἀναχασσάμενος νῆχον πάλιν, ἧος ἐπῆλθον