Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οὐ δὴ φῆς ἐπὶ πόντον ἀλώμενος ἐνθάδʼ ἱκέσθαι;
  2. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  3. ἀργαλέον, βασίλεια, διηνεκέως ἀγορεῦσαι
  4. κήδεʼ, ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες·
  5. τοῦτο δέ τοι ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς.
  6. Ὠγυγίη τις νῆσος ἀπόπροθεν εἰν ἁλὶ κεῖται·
  7. ἔνθα μὲν Ἄτλαντος θυγάτηρ, δολόεσσα Καλυψὼ
  8. ναίει ἐυπλόκαμος, δεινὴ θεός· οὐδέ τις αὐτῇ
  9. μίσγεται οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων.