Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,
  2. πὰρ δέ οἱ Ἀρήτη τε καὶ Ἀλκίνοος θεοειδὴς
  3. ἥσθην· ἀμφίπολοι δʼ ἀπεκόσμεον ἔντεα δαιτός.
  4. τοῖσιν δʼ Ἀρήτη λευκώλενος ἤρχετο μύθων·
  5. ἔγνω γὰρ φᾶρός τε χιτῶνά τε εἵματʼ ἰδοῦσα
  6. καλά, τά ῥʼ αὐτὴ τεῦξε σὺν ἀμφιπόλοισι γυναιξί·
  7. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  8. ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή·
  9. τίς πόθεν εἰς ἀνδρῶν; τίς τοι τάδε εἵματʼ ἔδωκεν;