Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὅς οἱ πλησίον ἷζε, μάλιστα δέ μιν φιλέεσκεν.
  2. χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
  3. καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος,
  4. νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
  5. σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
  6. εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.
  7. αὐτὰρ ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεύς.
  8. καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο·