Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εἷσον ἀναστήσας, σὺ δὲ κηρύκεσσι κέλευσον
  2. οἶνον ἐπικρῆσαι, ἵνα καὶ Διὶ τερπικεραύνῳ
  3. σπείσομεν, ὅς θʼ ἱκέτῃσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ·
  4. δόρπον δὲ ξείνῳ ταμίη δότω ἔνδον ἐόντων.
  5. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσʼ ἱερὸν μένος Ἀλκινόοιο,
  6. χειρὸς ἑλὼν Ὀδυσῆα δαΐφρονα ποικιλομήτην
  7. ὦρσεν ἀπʼ ἐσχαρόφιν καὶ ἐπὶ θρόνου εἷσε φαεινοῦ,
  8. υἱὸν ἀναστήσας ἀγαπήνορα Λαοδάμαντα,