Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Ἀλκινόῳ δʼ αὐτὴν γέρας ἔξελον, οὕνεκα πᾶσιν
  2. Φαιήκεσσιν ἄνασσε, θεοῦ δʼ ὣς δῆμος ἄκουεν·
  3. ἣ τρέφε Ναυσικάαν λευκώλενον ἐν μεγάροισιν.
  4. ἥ οἱ πῦρ ἀνέκαιε καὶ εἴσω δόρπον ἐκόσμει.
  5. καὶ τότʼ Ὀδυσσεὺς ὦρτο πόλινδʼ ἴμεν· ἀμφὶ δʼ Ἀθήνη
  6. πολλὴν ἠέρα χεῦε φίλα φρονέουσʼ Ὀδυσῆι,
  7. μή τις Φαιήκων μεγαθύμων ἀντιβολήσας
  8. κερτομέοι τʼ ἐπέεσσι καὶ ἐξερέοιθʼ ὅτις εἴη.
  9. ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε πόλιν δύσεσθαι ἐραννήν,
  10. ἔνθα οἱ ἀντεβόλησε θεά, γλαυκῶπις Ἀθήνη,
  11. παρθενικῇ ἐικυῖα νεήνιδι, κάλπιν ἐχούσῃ.
  12. στῆ δὲ πρόσθʼ αὐτοῦ, ὁ δʼ ἀνείρετο δῖος Ὀδυσσεύς·
  13. ὦ τέκος, οὐκ ἄν μοι δόμον ἀνέρος ἡγήσαιο
  14. Ἀλκινόου, ὃς τοῖσδε μετʼ ἀνθρώποισι ἀνάσσει;
  15. καὶ γὰρ ἐγὼ ξεῖνος ταλαπείριος ἐνθάδʼ ἱκάνω
  16. τηλόθεν ἐξ ἀπίης γαίης· τῷ οὔ τινα οἶδα
  17. ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν.
  18. τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
  19. τοιγὰρ ἐγώ τοι, ξεῖνε πάτερ, δόμον, ὅν με κελεύεις,
  20. δείξω, ἐπεί μοι πατρὸς ἀμύμονος ἐγγύθι ναίει.