Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εἵματα δʼ ἠελίοιο μένον τερσήμεναι αὐγῇ.
  2. αὐτὰρ ἐπεὶ σίτου τάρφθεν δμῳαί τε καὶ αὐτή,
  3. σφαίρῃ ταὶ δʼ ἄρʼ ἔπαιζον, ἀπὸ κρήδεμνα βαλοῦσαι·
  4. τῇσι δὲ Ναυσικάα λευκώλενος ἤρχετο μολπῆς.
  5. οἵη δʼ Ἄρτεμις εἶσι κατʼ οὔρεα ἰοχέαιρα,
  6. ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον,
  7. τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάφοισι·
  8. τῇ δέ θʼ ἅμα νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο,
  9. ἀγρονόμοι παίζουσι, γέγηθε δέ τε φρένα Λητώ·
  10. πασάων δʼ ὑπὲρ ἥ γε κάρη ἔχει ἠδὲ μέτωπα,
  11. ῥεῖά τʼ ἀριγνώτη πέλεται, καλαὶ δέ τε πᾶσαι·
  12. ὣς ἥ γʼ ἀμφιπόλοισι μετέπρεπε παρθένος ἀδμής.
  13. ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε πάλιν οἶκόνδε νέεσθαι
  14. ζεύξασʼ ἡμιόνους πτύξασά τε εἵματα καλά,
  15. ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη,
  16. ὡς Ὀδυσεὺς ἔγροιτο, ἴδοι τʼ ἐυώπιδα κούρην,