Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἥ οἱ Φαιήκων ἀνδρῶν πόλιν ἡγήσαιτο.
  2. σφαῖραν ἔπειτʼ ἔρριψε μετʼ ἀμφίπολον βασίλεια·
  3. ἀμφιπόλου μὲν ἅμαρτε, βαθείῃ δʼ ἔμβαλε δίνῃ·
  4. αἱ δʼ ἐπὶ μακρὸν ἄυσαν· ὁ δʼ ἔγρετο δῖος Ὀδυσσεύς,
  5. ἑζόμενος δʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν·
  6. ὤ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω;
  7. ἦ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
  8. ἦε φιλόξεινοι καί σφιν νόος ἐστὶ θεουδής;
  9. ὥς τέ με κουράων ἀμφήλυθε θῆλυς ἀυτή·
  10. νυμφάων, αἳ ἔχουσʼ ὀρέων αἰπεινὰ κάρηνα
  11. καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα.
  12. ἦ νύ που ἀνθρώπων εἰμὶ σχεδὸν αὐδηέντων;
  13. ἀλλʼ ἄγʼ ἐγὼν αὐτὸς πειρήσομαι ἠδὲ ἴδωμαι.
  14. ὣς εἰπὼν θάμνων ὑπεδύσετο δῖος Ὀδυσσεύς,
  15. ἐκ πυκινῆς δʼ ὕλης πτόρθον κλάσε χειρὶ παχείῃ
  16. φύλλων, ὡς ῥύσαιτο περὶ χροῒ μήδεα φωτός.