Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. καὶ τὰς μὲν σεῦαν ποταμὸν πάρα δινήεντα
  2. τρώγειν ἄγρωστιν μελιηδέα· ταὶ δʼ ἀπʼ ἀπήνης
  3. εἵματα χερσὶν ἕλοντο καὶ ἐσφόρεον μέλαν ὕδωρ,
  4. στεῖβον δʼ ἐν βόθροισι θοῶς ἔριδα προφέρουσαι.
  5. αὐτὰρ ἐπεὶ πλῦνάν τε κάθηράν τε ῥύπα πάντα,
  6. ἑξείης πέτασαν παρὰ θῖνʼ ἁλός, ἧχι μάλιστα
  7. λάιγγας ποτὶ χέρσον ἀποπλύνεσκε θάλασσα.
  8. αἱ δὲ λοεσσάμεναι καὶ χρισάμεναι λίπʼ ἐλαίῳ
  9. δεῖπνον ἔπειθʼ εἵλοντο παρʼ ὄχθῃσιν ποταμοῖο,