Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἧος χυτλώσαιτο σὺν ἀμφιπόλοισι γυναιξίν.
  2. ἡ δʼ ἔλαβεν μάστιγα καὶ ἡνία σιγαλόεντα,
  3. μάστιξεν δʼ ἐλάαν· καναχὴ δʼ ἦν ἡμιόνοιιν.
  4. αἱ δʼ ἄμοτον τανύοντο, φέρον δʼ ἐσθῆτα καὶ αὐτήν,
  5. οὐκ οἴην, ἅμα τῇ γε καὶ ἀμφίπολοι κίον ἄλλαι.
  6. αἱ δʼ ὅτε δὴ ποταμοῖο ῥόον περικαλλέʼ ἵκοντο,
  7. ἔνθʼ ἦ τοι πλυνοὶ ἦσαν ἐπηετανοί, πολὺ δʼ ὕδωρ
  8. καλὸν ὑπεκπρόρεεν μάλα περ ῥυπόωντα καθῆραι,
  9. ἔνθʼ αἵ γʼ ἡμιόνους μὲν ὑπεκπροέλυσαν ἀπήνης.