Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀλλʼ ἄγʼ ἐπότρυνον πατέρα κλυτὸν ἠῶθι πρὸ
  2. ἡμιόνους καὶ ἄμαξαν ἐφοπλίσαι, ἥ κεν ἄγῃσι
  3. ζῶστρά τε καὶ πέπλους καὶ ῥήγεα σιγαλόεντα.
  4. καὶ δὲ σοὶ ὧδʼ αὐτῇ πολὺ κάλλιον ἠὲ πόδεσσιν
  5. ἔρχεσθαι· πολλὸν γὰρ ἀπὸ πλυνοί εἰσι πόληος.
  6. ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη γλαυκῶπις Ἀθήνη
  7. Οὔλυμπόνδʼ, ὅθι φασὶ θεῶν ἕδος ἀσφαλὲς αἰεὶ
  8. ἔμμεναι. οὔτʼ ἀνέμοισι τινάσσεται οὔτε ποτʼ ὄμβρῳ