Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἕννυσθαι, τὰ δὲ τοῖσι παρασχεῖν, οἵ κέ σʼ ἄγωνται.
  • ἐκ γάρ τοι τούτων φάτις ἀνθρώπους ἀναβαίνει
  • ἐσθλή, χαίρουσιν δὲ πατὴρ καὶ πότνια μήτηρ.
  • ἀλλʼ ἴομεν πλυνέουσαι ἅμʼ ἠοῖ φαινομένηφι·
  • καί τοι ἐγὼ συνέριθος ἅμʼ ἕψομαι, ὄφρα τάχιστα
  • ἐντύνεαι, ἐπεὶ οὔ τοι ἔτι δὴν παρθένος ἔσσεαι·
  • ἤδη γάρ σε μνῶνται ἀριστῆες κατὰ δῆμον
  • πάντων Φαιήκων, ὅθι τοι γένος ἐστὶ καὶ αὐτῇ.