Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τοῦ δʼ ἐκ Φαιήκων ἔχεται κάρτος τε βίη τε.
  2. ἦ ῥα καὶ ἀμφιπόλοισιν ἐυπλοκάμοισι κέλευσε·
  3. στῆτέ μοι, ἀμφίπολοι· πόσε φεύγετε φῶτα ἰδοῦσαι;
  4. ἦ μή πού τινα δυσμενέων φάσθʼ ἔμμεναι ἀνδρῶν;
  5. οὐκ ἔσθʼ οὗτος ἀνὴρ διερὸς βροτὸς οὐδὲ γένηται,
  6. ὅς κεν Φαιήκων ἀνδρῶν ἐς γαῖαν ἵκηται
  7. δηιοτῆτα φέρων· μάλα γὰρ φίλοι ἀθανάτοισιν.
  8. οἰκέομεν δʼ ἀπάνευθε πολυκλύστῳ ἐνὶ πόντῳ,
  9. ἔσχατοι, οὐδέ τις ἄμμι βροτῶν ἐπιμίσγεται ἄλλος.