Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • Ζεὺς δʼ αὐτὸς νέμει ὄλβον Ὀλύμπιος ἀνθρώποισιν,
  • ἐσθλοῖς ἠδὲ κακοῖσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ·
  • καί που σοὶ τάδʼ ἔδωκε, σὲ δὲ χρὴ τετλάμεν ἔμπης.
  • νῦν δʼ, ἐπεὶ ἡμετέρην τε πόλιν καὶ γαῖαν ἱκάνεις,
  • οὔτʼ οὖν ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου,
  • ὧν ἐπέοιχʼ ἱκέτην ταλαπείριον ἀντιάσαντα.
  • ἄστυ δέ τοι δείξω, ἐρέω δέ τοι οὔνομα λαῶν.
  • Φαίηκες μὲν τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν,
  • εἰμὶ δʼ ἐγὼ θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο,