Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀλλά, ἄνασσʼ, ἐλέαιρε· σὲ γὰρ κακὰ πολλὰ μογήσας
  2. ἐς πρώτην ἱκόμην, τῶν δʼ ἄλλων οὔ τινα οἶδα
  3. ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν.
  4. ἄστυ δέ μοι δεῖξον, δὸς δὲ ῥάκος ἀμφιβαλέσθαι,
  5. εἴ τί που εἴλυμα σπείρων ἔχες ἐνθάδʼ ἰοῦσα.
  6. σοὶ δὲ θεοὶ τόσα δοῖεν ὅσα φρεσὶ σῇσι μενοινᾷς,
  7. ἄνδρα τε καὶ οἶκον, καὶ ὁμοφροσύνην ὀπάσειαν
  8. ἐσθλήν· οὐ μὲν γὰρ τοῦ γε κρεῖσσον καὶ ἄρειον,
  9. ἢ ὅθʼ ὁμοφρονέοντε νοήμασιν οἶκον ἔχητον
  10. ἀνὴρ ἠδὲ γυνή· πόλλʼ ἄλγεα δυσμενέεσσι,
  11. χάρματα δʼ εὐμενέτῃσι, μάλιστα δέ τʼ ἔκλυον αὐτοί.
  12. τὸν δʼ αὖ Ναυσικάα λευκώλενος ἀντίον ηὔδα·
  13. ξεῖνʼ, ἐπεὶ οὔτε κακῷ οὔτʼ ἄφρονι φωτὶ ἔοικας·
  14. Ζεὺς δʼ αὐτὸς νέμει ὄλβον Ὀλύμπιος ἀνθρώποισιν,
  15. ἐσθλοῖς ἠδὲ κακοῖσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ·
  16. καί που σοὶ τάδʼ ἔδωκε, σὲ δὲ χρὴ τετλάμεν ἔμπης.
  17. νῦν δʼ, ἐπεὶ ἡμετέρην τε πόλιν καὶ γαῖαν ἱκάνεις,
  18. οὔτʼ οὖν ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου,
  19. ὧν ἐπέοιχʼ ἱκέτην ταλαπείριον ἀντιάσαντα.
  20. ἄστυ δέ τοι δείξω, ἐρέω δέ τοι οὔνομα λαῶν.
  21. Φαίηκες μὲν τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν,
  22. εἰμὶ δʼ ἐγὼ θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο,
  23. τοῦ δʼ ἐκ Φαιήκων ἔχεται κάρτος τε βίη τε.
  24. ἦ ῥα καὶ ἀμφιπόλοισιν ἐυπλοκάμοισι κέλευσε·
  25. στῆτέ μοι, ἀμφίπολοι· πόσε φεύγετε φῶτα ἰδοῦσαι;
  26. ἦ μή πού τινα δυσμενέων φάσθʼ ἔμμεναι ἀνδρῶν;
  27. οὐκ ἔσθʼ οὗτος ἀνὴρ διερὸς βροτὸς οὐδὲ γένηται,
  28. ὅς κεν Φαιήκων ἀνδρῶν ἐς γαῖαν ἵκηται
  29. δηιοτῆτα φέρων· μάλα γὰρ φίλοι ἀθανάτοισιν.
  30. οἰκέομεν δʼ ἀπάνευθε πολυκλύστῳ ἐνὶ πόντῳ,
  31. ἔσχατοι, οὐδέ τις ἄμμι βροτῶν ἐπιμίσγεται ἄλλος.
  32. ἀλλʼ ὅδε τις δύστηνος ἀλώμενος ἐνθάδʼ ἱκάνει,
  33. τὸν νῦν χρὴ κομέειν· πρὸς γὰρ Διός εἰσιν ἅπαντες
  34. ξεῖνοί τε πτωχοί τε, δόσις δʼ ὀλίγη τε φίλη τε.
  35. ἀλλὰ δότʼ, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε,
  36. λούσατέ τʼ ἐν ποταμῷ, ὅθʼ ἐπὶ σκέπας ἔστʼ ἀνέμοιο.
  37. ὣς ἔφαθʼ, αἱ δʼ ἔσταν τε καὶ ἀλλήλῃσι κέλευσαν,